2. Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ἐπίδεσις ὀθονίων γνάθῳ καταγείσῃ
3. μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα
4. δὲ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο.
6. Τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν
7. ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν
8. ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα
9. πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων
10. ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ
11. τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον
12. ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δ’ ἐξαίρετον
13. τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ
14. γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.