Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.24, ed. Kühn, 1829, vol. 18a, p. 452-454. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.24


17. Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσμάττεσθαι χρὴ καὶ πουλὺν
18. χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου 
1. τὸ ἐγκλιθέν. ἄριστον δὲ εἰ ἀεὶ δύναιτο, ἀλλ’ οὐχ οἷόν τε.
2. ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον, ὀλιγάκις δὲ
3. τοῦτο γίνεται, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτως καθάπερ
4. εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ
5. ζευγνύναι, ὡς ἔμπροσθεν εἴρηται· μέγα γὰρ ἂν συλλαμβάνοι
6. ἐς τὴν ἀτρεμίην, προσέτι καὶ εἴ τις ὀρθῶς ζεύξῃ,
7. ὥσπερ χρὴ τὰς ῥαφὰς ῥάψας· ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν
8. γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως ἡγέεσθαι, ἀλλ’ ὑποτυπέεσθαι
9. χρὴ ἀπὸ τῶν γεγραμμένων.

11. Τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι
12. τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ
13. γὰρ ὁ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον
14. ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος
15. ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς ὅ τί περ
16. ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ὃ ῥέπει πρὸς τὴν ἐκτὸς
17. χώραν. ὅτι δ’ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν,
1. ἀλλὰ τὸν κάμνοντα διδάξει πράττειν οὕτως, εὔδηλον εἶναι
2. νομίζω.

Cliquer un n° de page pour en afficher l’image