5. Ἔπειτα χρὴ δέρματος Καρχηδονίου, ἢν μὲν νεώτερος ᾖ ὁ
6. τρωθεὶς, ἀρκέει τῷ λοιπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ᾖ
7. αὐτῷ τῷ δέρματι τάμνοντα χρὴ εὖρος ὡς τριδάκτυλον ἢ
8. ὅκως ἂν ἁρμόζει ὑπαλείψαντα κόμμι τὴν γνάθον. εὐμενέστερον
9. γὰρ κόλλῃ προσκολλῆσαι τὴν δέριν ἄκρον πρὸς
10. τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ὡς δάκτυλον ἀπὸ τοῦ
11. τρώματος ἢ ὀλίγῳ πλέον. τοῦτο μὲν ἐς τὸ κάτω μέρος,
12. ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς
13. ἀμφιβεβήκει ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου, ἕτερον δὲ ἱμᾶντα
14. τοιοῦτον ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ
15. ἄνω μέρος τῆς γνάθου ἀπολιπόντα κατὰ τοσοῦτον ἀπὸ
16. τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν. ἐσχίσθω δὲ
17. καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν.
1. Μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως
2. τότ’ ἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος
3. ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν
4. Αἰγυπτίου δέρματος. εὔδηλον δ’ ὅτι τοῦ δέρματος τούτου
5. τοῦ ἐξωτάτου σκληρότερόν τε καὶ πυκνότερον ὀνομάζει λοιπόν.
6. ὅπως δ’ αὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν
7. κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακολουθούντων
8. ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται
9. γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς
10. τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.