5. Ἐν δὲ τῇ κολλήσει ἡ σάρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς
6. ἔστω, ἐχεκολλότερον γὰρ οὕτως.
8. Τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος
9. φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν
10. τῷ πέριξ ἀέρι πυκνότερόν τε γίγνεται καὶ νευρωδέστερον,
11. ὅσον δ’ ἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ
12. δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν
13. ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι,
14. μᾶλλόν τε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ
15. σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι
16. τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν
17. ἐστιν εἰς τοιαύτην χρείαν.