14. Καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέει
15. τὰ δεσμὰ, τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα
16. γνάθον μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ.
17. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερῶν δέκα, ἔπειτα
18. ἀνατρέφειν μὴ βραδέως. ἢ γὰρ οὖν τῇσι πρώτῃσιν ἡμέρῃσι
1. μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσι γνάθος κρατύνεται.
2. τελέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τἄλλα τὰ ἀραιὰ
3. ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν
4. τῶν συμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται.
5. αὕτη ἡ διάστασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς
6. καὶ εὐταμίευτος καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα
7. εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὲν σὺν νόῳ εὔχειρες
8. καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων
9. κατήξεσιν. ἐπιδέουσι γὰρ τὴν γνάθον κατεαγεῖσαν ποικίλως
10. καὶ καλῶς καὶ κακῶς.
12. Τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν,
13. εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι.
14. καλεῖ δ’ αὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα
15. παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν
16. ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα,
17. ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δ’ ἄν τις
18. ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.