6. Ἅμα τε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες
7. πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ
8. μασσητῆρες καλεόμενοι.
10. Ἅς ἔμπροσθεν ὠνόμασε κεφαλὰς τῆς κάτω γένυος ἄκρεα
11. νῦν προσηγόρευσεν ἐπ’ ἀμφοτέρων λέγων νευρώδεις τένοντας
12. πεφυκέναι. καλεῖν δ’ εἴωθε τένοντας ἐκεῖνα τὰ πέρατα
13. τῶν μυῶν ἃ προσαγορεύουσιν ἀπονευρώσεις οἱ ἀνατομικοὶ,
14. νευρωδέστερα μὲν ἀεὶ τῶν μέσων ὄντα, διαφέροντα
15. δ’ ἀλλήλων ἐν τῷ ποτὲ μὲν πλείονα τὴν σαρκώδη φύσιν
16. ἔχειν τῆς νευρώδους, ποτὲ δ’ ἐλάττονα. ὁπότε μὲν οὖν ἡ
17. τῆς σαρκὸς οὐσία πλείων ᾖ, σαρκώδη τὴν ἀπονεύρωσιν καλοῦσι
18. τοῦ μυὸς, ὁπόταν δὲ ἐλάττων ᾖ, νευρώδη προσαγορεύουσι.
1. νῦν οὖν ἐπειδὴ τῆς σαρκώδους οὐσίας ἡ νευρώδης
2. ἐστὶ πλείων, εἰκότως ἔφη νευρώδεις τένοντας ἐκπεφυκέναι
3. τῶν κεφαλῶν. ἀπὸ γὰρ τῶν ὑψηλῶν τῆς κάτω γένυος
4. ἐξηρτῆσθαί φασι μύας τοὺς κροταφίτας καὶ μασητῆρας
5. καλουμένους. ἄδηλον δὲ πότερον τοὺς αὐτοὺς μύας τοῖς
6. τοιούτοις προσηγόρευσεν ὀνόμασιν, ἢ ἄλλους μὲν εἶναι βούλεται
7. τοὺς κροταφίτας, ἄλλους δὲ τοὺς μασσητῆρας. οἱ
8. μὲν γὰρ μετ’ αὐτὸν ἀνατομικοὶ κροταφίτας μὲν ὀνομάζουσι
9. τοὺς ἐκ τῶν κατὰ κροτάφους ὀστῶν τῆς κεφαλῆς ἐκφυομένους,
10. οὓς ἂν διανοίγειν τε καὶ συνάγειν τὸ στόμα σαφῶς
11. ὁρῶμεν ἐντεινομένους, τοὺς δὲ ἐπικεκλεισμένους τοῖς πλατέσι
12. τῆς κάτω γνάθου καὶ τούτοις δὲ ἑκατέρωθεν ἕνα μασσητῆρα,
13. ἐπειδὴ περιάγουσιν ἐν τῷ μασᾶσθαι τὴν γένυν, οὔπω δυναμένων
14. τοῦτο ποιεῖν, τῶν ἄνωθεν καταφερομένων. ἀνασπῶσι
15. γὰρ ἐκεῖνοι μόνην αὐτὴν, οὐ μὴν εἰς τὰ πλάγια παράγουσι,
16. διὸ κἂν ἐν τῷ συνάγειν τὸ στόμα τούτων χρῄζομεν,
17. ὡς ἂν κἀπειδὰν ἐνδάκνοντές τι τοῖς προσθίοις ὀδοῦσιν ἀποθραύουσιν,
18. ἢν βουληθῶμεν ἀποθλάσαι τι διὰ τῶν κυνοδόντων
1. ὀνομαζομένων. ὅταν δὲ ταῖς μύλαις ἐπιβάλλοντες
2. τὰ σιτία καταθραύειν τε καὶ λεαίνειν αὐτὰ προελώμεθα,
3. μάσησις μὲν καλεῖται τὸ τοιοῦτον ἔργον, ὑπὸ δὲ
4. τῶν ὑποβεβλημένων τοῖς πλατέσιν ἐπιτελεῖται παραγόντων
5. αὐτῶν εἰς τὰ πλάγια τὴν γένυν. εὔλογον οὖν ἐστι τούτους
6. μὲν μασητῆρας ὀνομάζειν, κροταφίτας δὲ τοὺς ἐκφυομένους
7. τῶν κατὰ τοὺς κροτάφους ὀστῶν, οἳ καὶ περιλαμβάνουσι
8. νευρώδεις τένοντας, τὴν κορώνην τῆς γένυος ἐν κύκλῳ πᾶσαν
9. περιφερόμενοι. καὶ μὴν καὶ ἄλλη τίς ἐστι συζυγία
10. μυῶν ἐγκατακεκριμένη τῷ στόματι, τὴν μὲν ἄνω ἔκφυσιν
11. ἔκ τε τῶν πτερυγοειδῶν ὀστῶν ἔχουσα καὶ συμπάσης τῆς
12. παρακειμένης αὐτῇ κοιλότητος. ἐμφυομένη δὲ τῇ κάτω γένυϊ
13. κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ὅθεν ἡ πρὸς τὴν διάρθρωσιν
14. ἀπόφυσις ἀναφέρεται. τούτων τῶν μυῶν οἱ περὶ
15. τοὺς μασητῆρας ἐξικνοῦνται μῦς, οὓς κατὰ τῶν πλατέων
16. ἔφην ἔξωθεν ἐπιτετάσθαι τῆς κάτω γένυος, ὡς τῶν ἔνδοθεν
17. αὐτῶν τὸ πλατὺ κατειλήφασιν οἱ προειρημένοι δύο μῦς,
18. ἑκατέρωθεν εἶς. ὅταν οὖν ὁ Ἱπποκράτης εἴπῃ, ἅμα τε ἀμφοτέρων
1. τῶν ἀκρέων τούτων νευρώδεις τένοντες πεφύκασιν,
2. ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασητῆρες
3. καλεόμενοι, πρόδηλος μὲν οὖν ἐστι τῶν ἔξωθεν ἐπιβεβλημένων
4. μυῶν τῇ γένυϊ μηδ’ ὅλως μνημονεύων, ἐπὶ δὲ τὰς
5. δύο συζυγίας ἄγων ἡμᾶς τῶν μυῶν, οἵ τε σαφῆ τὴν ἔκφυσιν
6. ἔχουσιν ἐκ τῶν περάτων τοῦ μυὸς καὶ ὅσοι παρὰ τὴν
7. κοιλότητα τὴν παρὰ τοῖς πτερυγοειδέσιν ὀστοῖς. οὗτοι μὲν
8. γὰρ τὴν ἑτέραν ἀνάπτουσι τὴν εἰρημένην διαρθροῦται τὴν
9. κεφαλὴν, τὸ δ’ ἕτερον ζεῦγος, ὅπερ τὰς κορώνας ἔφην ἐμφέρεσθαι,
10. ταῦτα πάλιν αὐτὰ τῆς γένυος τὰ πέρατα πρὸς
11. τὴν κεφαλὴν ἀνατείνουσι.