12. Ἤν δὲ ἡ κάτω γνάθος κατὰ τὴν σύμφυσιν τὴν
13. κατὰ τὸ γένειον διασπασθῇ, μόνη δὲ αὕτη ξύμφυσις ἐν
14. τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ἀλλ’ οὐ βούλομαι
15. ἀποπλανᾷν τὸν λόγον· ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων
16. περὶ τούτων λεκτέον. ἢν οὖν διαστῇ ἡ κατὰ
17. τὸ γένειον σύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστι.
18. τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ εἰς τὸ εἴσω μέρος
1. προσβάλλοντα τοὺς δακτύλους, τὸ δὲ εἴσω ῥέπον ἀνάγειν
2. ἐς τὸ ἔξω μέρος ἐνερείσαντα τοὺς δακτύλους· ἐς διάστασιν
3. μέντοι διατεινάμενοι ταῦτα χρὴ ποιέειν.
5. Ἐκ δυοῖν μὲν ἡ κάτω γένυς ὀστῶν σύγκειται κατ’ ἄκρον
6. τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἡ ἄνω
7. κατὰ συνάρθρωσιν κειμένων. ἀλλ’ ἡ τοιαύτη τῶν ὀνομάτων
8. λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης
9. τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας
10. ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι
11. προσέχων τὸν νοῦν ἐπ’ αὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν
12. ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.