15. Ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει ἢ εἰ ἐγχρίπτων
16. τις ἐς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται.
17. τοῦτο παρὰ πάντα τὰ ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν
1. δὲ κατορθώσῃ, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς
2. ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται.
3. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι
4. καὶ ὀθονίοισιν.
6. Ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα
7. τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι
8. τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν
9. ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω
10. γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν
11. ἥξει ἢ εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν
12. πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ
13. τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης
14. ῥήσεως.