Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.34, ed. Kühn, 1829, vol. 18a, p. 462-464. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.34


16. Τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ
17. δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιά· ἐπὶ δεξιὰ δὲ νομίζεται
18. εἶναι, ἢν ἡ δεξιὰ χεὶρ ἡγέηται τῆς ἐπιδέσιος· ἢν δὲ ἡ 
1. ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν
2. κἂν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς
3. χρὴ, ταχεῖα μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται,
4. ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν
5. δὲ ἴσχουσα, οἱ ὀδόντες δὲ καὶ σιναροὶ καὶ
6. ἀχρήϊοι γίνονται.

8. Ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος
9. ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης
10. ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δ’ οὕτω κατ’ αὐτὸν
11. τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους.
12. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων
13. εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο
14. φυλακτέον ἐστὶ προστέλλον τε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς
15. μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων
16. ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ
17. ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν
18. ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς,
19. ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. ὁ
1. τοίνυν Ἱπποκράτης ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενός
2. τις ἐπὶ θάτερον ποιῆται τὴν νομὴν τῶν ὀθονίων, ἐπὶ δεξιὰ
3. καλεῖ τὴν τοιαύτην ἐπίδεσιν, οὐ τῇ φορᾷ τοῦ ἐπιδέσμου
4. προσέχων τὸν νοῦν, ἀλλὰ τῇ τῆς χειρὸς ἡγεμονίᾳ· ἐὰν γὰρ
5. νοήσῃς καταντικρὺς τοῦ μὲν ἐπιδουμένου τὸν ἰατρὸν, ἡ μὲν
6. ἀπὸ τῆς δεξιᾶς γνάθου φορὰ τῶν ὀθονίων ἐπὶ τὴν ἀριστερὰν
7. ἀγομένη ἡ τῆς δεξιᾶς ἔσται χειρὸς, ἡ δ’ ἐναντία τῆς
8. ἀριστερᾶς.

Cliquer un n° de page pour en afficher l’image