11. Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος.
13. Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος
14. αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε
15. κάτω χωρῆσαι μήτ’ ἐφ’ ἑκάτερα παραστραφῆναι, ἢ καὶ τούτων
16. τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ
17. πρόσω τούτων τι συμβαίνειν εἴωθεν, ἢ κατὰ τὸ λοιπὸν τὸ
18. ὀστῶδες.