2. Ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι
3. καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα
4. καὶ μάλιστα.
6. Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων,
7. ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ
8. τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν
9. αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.