13. Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἀντιποιέειν, εἰ κατὰ μέσην
14. τὴν ῥῖνα κατὰ τὸ ὀξὺ ἀμφιθλασθείη ἡ σὰρξ κατὰ τὸ
15. ὀστέον, εἰ καὶ τὸ ὀστέον μικρόν τισιν εἴη καὶ μὴ μέγα.
16. τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς καὶ ὀκριοειδεστέρῃ
17. τινὶ γίνεται. ἀλλ’ ὅμως οὐδὲ τούτοισι δήπου πολλοῦ
18. ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν.
1. Ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν ἡ κοινὴ τῆς ῥινὸς
2. ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται
3. τοῦ δέρματος ἢ καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπ’ ὀλίγον. ἐξοχὴ
4. γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. ἡ τοίνυν ἐπίδεσις
5. ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα
6. τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι
7. δ’ οὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν· τὰ γὰρ θλάσματα πειρᾶσθαι
8. χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ
9. καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. ὅ γε ἐπιτρεφόμενος
10. πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.