Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.41, ed. Kühn, 1829, vol. 18a, p. 469-472. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.41


5. Ἀρίστη μέντοι ἰητρείη τῷ ἀλήτῳ τῷ σητανίῳ, τῷ πλυτῷ,
6. γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ καταπλάσσειν τὰ τοιαῦτα.

8. Σητανίους πυροὺς οἱ δόξαντες ἄριστα τὴν Ἱπποκράτους
9. ἐξηγήσασθαι λέξιν εἰρῆσθαί φασι πρὸς αὐτοῦ τοὺς
10. σῆτες ἐσπαρμένους, ὅπερ οἱ Ἀττικοὶ τῆτες ὀνομάζουσι, διὰ
11. τοῦ τ τὰς συλλαβὰς ἀμφοτέρας λέγοντες, ἐξ οὗ σημαίνεσθαί
12. φασι τοὺς ἐν τῷ ἔτει τούτῳ, τουτέστι κατὰ τὸ ἔαρ ἐσπαρμένους,
13. διμηνιαίους τε καὶ τεσσαρακονθημέρους ὀνομαζομένους.
14. ἐγὼ δὲ πυρῶν εἶδός τι σητανίους καλουμένους οἶδα
15. κατά τε τὴν Κῶν αὐτὴν καὶ σύμπαν τὸ κατὰ τὴν Ἀσίαν
16. Ἑλληνικόν. ὀλίγον ἔχουσιν οὗτοι τὸ πυρὸν, ἱκανῶς δὲ γλίσχρον
17. τὸ σταῖς, οὗ μάλιστα νῦν ὁ Ἱπποκράτης δεῖται, καθότι
18. καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ· καὶ ὅταν μὴ ἔχῃ τοιοῦτον, ἤτοι
1. μάνναν ἣ κόμμι κελεύει μιγνύναι αὐτῷ. σπείρονται μὲν οὗτοι
2. πυροὶ κατὰ τὸ ἔαρ εἰσβάλλον, ὡς αὐτὸς διμηνιαίοις καὶ
3. καλὰ καὶ κατὰ τὴν ὥραν τοῦ πλείονος ὀνομαζομένοις. γίγνεται
4. δ’ αὐτῶν μάλιστα γλίσχρον τὸ σταῖς, ὅταν τελεσθέντων
5. ἀφαιρεθῇ τὸ πιτυρῶδες ἐπάνω. γίγνεται μὲν καὶ διὰ
6. τῶν λεπτῶν κοσκίνων, γίγνεται δὲ καὶ τῷ προπεπλύσθαι
7. τοὺς πυρούς. ὥσπερ γὰρ αἱ πτισσόμενοι κριθαὶ τὸ λέπος
8. ἀφιᾶσι μᾶλλον ὅταν προβραχῶσιν, οὕτως καὶ οἱ πυροί. πῶς
9. οὖν εἶπε ταὐτόν; οὐ γὰρ ταὐτόν ἐστι βεβρέχθαι τε καὶ
10. πεπλύσθαι· βρέχονται μὲν γὰρ ἐν τοῖς μύλωσιν ἅπασιν οἱ
11. πυροὶ ἀλεῖσθαι, πλύνονται δὲ οὐκ ἐν ἅπασιν, ἀλλ’ ἐν
12. ταῖς πλείσταις πόλεσι τῆς Ἀσίας, ἂν καίτοι οὗτοι γιγνόμενοι
13. ἔχουσι πλοκὰ μεγάλα πεπλυμένα, διὰ λεπτῶν σχοίνων
14. μικρὰ διαστήματα ἐχουσῶν, ὡς χοῦν μὲν καὶ ψάμμον
15. διέρχεσθαι, τὸν πυρὸν δὲ ἐπιμένειν εἰς ταὐτό. ἐμβάλλοντες
16. οὖν μύλωσιν ἀλεῖν πυρὸν, πρῶτον μὲν προδιαττῶσιν, ἔπειτα
17. δὲ καθιᾶσιν εἰς ὕδωρ ὅλον τὸν πλόκαμον, ὥστε πλύνεσθαί
18. τε ἅμα καὶ βρέχειν συμμέτρως τοὺς πυρούς. ἀναφερομένου
1. δὲ ἐκ τοῦ ὕδατος τοῦ πλοκάμου τὸ μὲν πλεῖστον ἀποῤῥεῖ
2. ἀπὸ τῆς ὑγρότητος, ἀπομένει δὲ πρὸς τοῖς πυροῖς τοσοῦτον,
3. ὅσον ἀλουμένοις ἐπιτήδειόν ἐστιν. εἰ γὰρ μὴ βραχείη
4. τὸ περικείμενον ἔξωθεν αὐτοῖς λέμμα, τὸ τοιοῦτον δέρμα
5. σύμφυτον εἰς λεπτὰ καταθραύεται κατὰ τὰς μύλας καὶ οὕτως
6. ἐν τῷ διαττᾶσθαι συνδιεξέρχεταί τι τοῦ καταθραυσθέντος
7. τῷ ἀλεύρῳ· τοῦ δὲ προβραχέντος πυροῦ τὸ πυρῶδες
8. ἁδρομερὲς μένον οὐ συνδιαττᾶται καὶ κατὰ τοῦτο καθαρώτερον
9. γίγνεται τὸ ἄλευρον ἐκ τοῦ βεβρέχθαι τοὺς πυρούς.
10. ἔνδοθεν δέ φησι πλυτῷ καὶ γλίσχρῳ τῷ σητανίῳ
11. πυρῷ τὸ μετὰ τοῦ δέρματος, ὅπερ οἷον σάρξ ἐστιν αὐτοῦ τὸ
12. κατεργασθὲν, ὡς εἶπον, ἄλευρον ἱκανῶς γίγνεται γλίσχρον.
13. ἡγοῦμαι τοίνυν αὐτὸν ὠνομακέναι πλυτὸν ἄλευρον,
14. ὅταν ἐκ τῶν οὕτως κεκαθαρμένων τε καὶ προβεβρεγμένων
15. γένηται πυρῶν. εἰ γὰρ μὴ τοῦτό τις ἀκούσειεν, ἀπολείπεται
16. πλυτὸν ἄλευρον ἀκούειν ἡμᾶς, ὅταν οὖν ὕδατι βρέξαντες
17. αὐτὸ καὶ κινήσαντες πολυειδῶς, εἶτα ἐάσαντες καταστῆναι
18. τὸ ἐποχούμενον, ἄνωθεν ὕδωρ ἀπολαμβάνοντες ἑψήσωμεν,
1. ὅπερ ἐπὶ τοῦ χόνδρου ποιοῦμεν· ἀλλὰ μάχεται τούτῳ τὸ
2. κελεύειν αὐτὸν φυρᾷν τὸ ἄλευρον, ἕψον γὰρ εἰρήκει. καὶ
3. οὐ φυρᾶται δὲ τὸ οὕτως ὑγρὸν, ἀλλ’ ἕψεται μόνον. ἔτι δ’
4. ἂν μᾶλλον ὃ λέγει διὰ τῆς πεφυρημένῳ λέξεως κατανοήσαιμεν.

Cliquer un n° de page pour en afficher l’image