Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.42, ed. Kühn, 1829, vol. 18a, p. 472-475. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.42


7. Χρὴ δὲ, ἢν μὲν ἀγαθὸν ᾖ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον,
8. τούτῳ χρέεσθαι πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ
9. ὅλκιμον ᾖ, ἐς ὀλίγην μάνναν ὕδατι ὡς λειοτάτην διέντα,
10. τούτῳ φυρᾷν τὸ ἄλητον ἢ κόμμι πάνυ ὀλίγου ὡσαύτως
11. μίσγειν. ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ σιμὸν ῥέπουσα καταγῇ,
12. ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον
13. ἵζηται, οἶόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα εἰς τοὺς
14. μυκτῆρας· ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα,
15. τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν
16. ἐνδέχηται.

1. Ἀγαθοὺς πυροὺς τοὺς ἀρίστους δηλονότι λέγει. ταύτην
2. γὰρ οἱ παλαιοὶ τὴν προσηγορίαν ἐπιφέρειν εἰθισμένοι
3. κατὰ παντὸς τοῦ πρώτου ὄντος ἐν τῷ οἰκείῳ γένει. λέγουσι
4. δὲ καὶ νῦν ἅπαντες οἱ περὶ τὴν σιτοποιίαν ἀρίστους εἶναι
5. πυροὺς τοὺς πυκνοὺς τὴν οὐσίαν. οἱ γὰρ χαῦνοι πολὺ τὸ
6. πιτυρῶδες ἔχουσι καὶ τὸ σταῖς αὐτῶν οὐ γίγνεται γλίσχρον,
7. ὡς καὶ μυῶν. ὅλκιμον δὲ ὠνόμασε τὸ γλίσχρον ἀπὸ τοῦ
8. συμβεβηκότος, ἐπειδὴ τεινόντων ἡμῶν αὐτὸ πρὸς τἀναντία
9. μέρη, συνεχὲς μὲν οὐ διασπώμενον τοῦ μὴ γλίσχρου φθάνοντος
10. διασπᾶσθαι κατὰ τὰς τοιαύτας ἐνεργείας. εἰ δὲ
11. διασπᾶται, πῶς ἄν τις ἕπεσθαι φαίηται τεινούσαις χερσὶ
12. αὐτό; εἰ δ’ οὐχ ἕπεται, πῶς ἂν ὅλκιμον ἔτι λεχθείη; τό γε
13. μὴν ἀδιάσπαστον καὶ συνεχὲς γενόμενον εἰκότως ἄν τις
14. ὅλκιμον ὀνομάζοι, καθάπερ καὶ τὸν ἰξόν. ἐπὶ πλεῖστον γὰρ
15. οὗτος ἕλκεται πρὸς τἀναντία μέρη διαλαμβανόμενος ὑπὸ τῶν
16. ἡμετέρων χειρῶν, ὥστε καὶ ἐκ τούτων δῆλός ἐστιν ὁ Ἱπποκράτης
17. γλίσχρον ἀξιῶν εἶναι τὸ σταῖς, ὅπου γε καὶ ὅταν
1. μὴ τοιοῦτον ᾖ, μάνναν αὐτῷ προσβάλλειν ἢ κόμμι κελεύει.
2. μάννα δὲ καλεῖται τὸ ὑπόσεισμα τοῦ λιβανωτοῦ. μὴ παρούσης
3. δὲ μάννης αὐτὸν λειώσεις δηλονότι τὸν λιβανωτὸν,
4. καὶ τούτου πάλιν αὐτοῦ τὸν λιπαρώτερον ἐκλεξάμενος. ἐγὼ
5. δέ ποτε μήτε λιβανωτοῦ μήτε κόμμεως εὐπορῶν ἐχρησάμην
6. ὑγρᾷ ῥητίνῃ, παρέτυχε γάρ πως αὕτη. χρήσαιο δ’ ἄν
7. ποτε καὶ μέλιτι, μηδὲ ταύτης παρούσης, ἀλλ’ ἄμεινον ἐπὶ
8. τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι. θερμαίνει γάρ πως τό
9. γε μέλι καὶ ἡ ῥητίνη. τὰ δὲ τοιαῦτα παρὰ τὰς ἀρχάς ἐστιν
10. ἄχρηστα. προϊόντος μὲν οὖν τοῦ χρόνου καὶ μένοντος τοῦ
11. λειψάνου τῆς φλεγμονῆς ταῦτα γίγνεται τῶν ἄλλων χρησιμώτερα.
12. καθάπερ οὖν ἐμνημόνευσεν ἔμπροσθεν, σκύτους
13. Αἰγυπτίου μὲν πρῶτον, αὖθις δὲ Καρχηδονίου παράδειγμα
14. τῷ λόγῳ ποιούμενος, οὕτω καὶ νῦν τοὺς σητανίους
15. ὠνόμασε πυροὺς, ὡς καὶ οὕτως εἶπεν· ἀλεύρῳ χρῆσθαι
16. γλίσχρας αὐτὰς ἐργαζομένῳ, οἷόν περ ἐργάζονται οἱ σητάνιοι
17. πυροί. τάχα δὲ πάντας ὀνομάζει σητανίους οἷς συμβέβηκε
18. πυκνοῖς τε εἶναι καὶ γλίσχρον ἔχειν τὸ ἄλευρον, ὡς
1. ἀπὸ τοῦ συμβεβηκότος μᾶλλον αὐτοῖς εἶναι τὴν προσηγορίαν,
2. οὐκ ἀπό τινος ἰδίας ἐξαιρέτου.

Cliquer un n° de page pour en afficher l’image