Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.43, ed. Kühn, 1829, vol. 18a, p. 475-479. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.43


5. Ἢν δὲ μὴ παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς
6. ἀπάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ ᾖ ἵδρυται. ἔξωθεν
7. δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι
8. συναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω.
9. καὶ ἢν μὲν πάνυ ἐς τὸ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν
10. τέ τι καὶ εἴσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται,
11. ἄχνην τὴν ἀφ’ ἡμιτυβίου ἢ ἄλλο τι τοιοῦτον ἐν
12. ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν Καρχηδονίῳ δέρματι
13. ἐῤῥάψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ,
14. ἵνα ἐγκείσεται. ἢν μέντοι προσωτέρω ᾖ τὸ κάτηγμα,
15. οὐδὲν οἷόν τε εἴσω ἐντιθέναι· καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν
16. ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω;
17. τὸ μὲν οὖν πρῶτον καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν
18. ἀφειδήσαντα χρὴ ἀνάγειν ἐς τὴν ἀρχαίαν φύσιν καὶ
1. διαρθρώσασθαι. κάρτα γάρ οἱ ἥ τε ῥὶς καταγεῖσα ἀναπλάσσεται,
2. μάλιστα μὲν αὐθήμερος· ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον,
3. ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ καὶ ἁπαλωτέρως
4. τὸ πρῶτον ἅπτονται ἢ ὡς χρή. παραβάλλοντα γὰρ τοὺς
5. δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς
6. ὡς κατωτάτω κάτωθεν συναναγκάζειν, καὶ οὕτως
7. μάλιστα ἀνορθοῦνται σὺν τῴ ἔσωθεν διορθώσει διορθοῦντα.
8. ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος τοιοῦτός
9. ἐστιν, εἰ ἐθέλοι μελετᾷν καὶ τολμᾷν, ὡς οἱ αὐτοῦ δάκτυλοι
10. οἱ λιχανοί· οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσι.
11. παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον παρὰ
12. πᾶσαν τὴν ῥῖνα ἐρείδοντα ἡσύχως οὕτως ἔχειν, μάλιστα
13. μὲν εἰ οἷόν τε εἴη ἀεὶ ἔστ’ ἂν κρατηθῇ, εἰ δὲ μὴ, ὡς
14. πλεῖστον χρόνον, ὡς εἴρηται· εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά
15. τινα. μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι οὕτως, ὡς ἂν
16. κάλλιστα ἰητρευθείη ἡ ῥὶς, ὅτε μὴ ἐς τὸ σκολιὸν, ἀλλ’ ἐς
17. τὸ κάτω ἱδρυμένη εἴη ἰσόῤῥοπος. ἐγὼ μὲν οὖν οὐδεμίαν
18. που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵη τε
1. διαρθρωθῆναι αὐτίκα, πρὶν πωρωθῆναι συναγκαζομένη
2. ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρεύειν. ἀλλ’ οἱ ἄνθρωποι
3. αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶσι· μελετᾷν δὲ ἅμα μὲν
4. οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνῶνται
5. ἢ θάνατον δεδοίκασι, καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς
6. ῥινός. ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ.
7. ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται,
8. ἡ μὲν ἴησις αὕτη, τὴν δὲ διάρθρωσιν δηλονότι χρὴ ποιέεσθαι
9. οὐκ ἰσόῤῥοπον ἀμφοτέρωθεν, ἀλλὰ τότε ἐγκεκλιμένον
10. ὠθέειν ἐς τὴν φύσιν ἔκτοσθεν ἀναγκάζοντα καὶ ἐσματτευόμενον
11. ἐς τοὺς μυκτῆρας καὶ τὰ εἴσω ῥεύσαντα διορθοῦν
12. ἀόκνως ἔστ’ ἂν κατορθώσῃ, εὖ εἰδότα ὅτι ἢν μὴ αὐτίκα
13. κατορθώσηται, οὐχ οἷόν τε μὴ καὶ διεστράφθαι τὴν ῥῖνα.
14. ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προβαλόντα χρὴ ἐς τὸ χωρίον
15. ἢ τοὺς δακτύλους ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν,
16. ἀνακωχέειν ἢ αὐτὸν ἢ ἄλλον τινὰ, ἔστ’ ἂν κρατυνθῇ
17. τὸ τρῶμα. ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν μικρὸν
18. δάκτυλον ἀπωθέοντα ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ 
1. τὰ ἐκκριθέντα. ὅτι δ’ ἂν φλεγμονῆς ὑπογίνεται τούτοισι,
2. χρὴ τῷ σταιτὶ χρέεσθαι· τοῖσι μέντοι δακτύλοισι προσέχειν
3. χρὴ ὁμοίως καὶ τοῦ σταιτὸς ἐπικειμένου. ἢν δέ
4. που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν
5. ῥῖνα ἄκρην μετεστράφθαι. χρὴ οὖν τοῖσι τοιούτοισι ἐς
6. τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων ἢ ὅ τι
7. τοιούτοισιν ἔοικεν ἐντιθέναι. πολλὰ δ’ ἄν τις εὕροι τὰ
8. ἐπιτήδεια. ὅσα μήτε ὀσμὴν ἴσχει μήτε ἄλλως προσηνέα
9. ἐστίν. ἐγὼ δέ ποτε πνεύμονος προβάτου ἀπότμημα ἐνέθηκα·
10. τοῦτο γάρ πως παρέτυχεν· οἱ γὰρ σπόγγοι ἐντιθέμενοι
11. ὑγράσματα δέχονται.

13. Εἰ μὴ δυνατὸν, φησὶν, εἴη ἐντιθέναι τῇ ῥινὶ τοὺς δακτύλους,
14. ὑπαλείπτρῳ χρηστέον. ὀνομάζει δ’ οὕτως, ὡς ἤδη
15. πρόσθεν εἶπον, ἅπαν ὅ τι ἂν ὑπαλείψειεν, οἷαίπερ εἰσὶ
16. μίλαι τε καὶ σπαθομίλαι καὶ τὰ διαπύρινα κατὰ τὸ πέρας
17. αὐτῶν ἔχοντα ταῦτα πάντα κεφαλὰς περιφερεῖς. ὥσπερ δὲ
1. ἐν τῷ καίειν τὴν μασχάλην ἐδεόμεθα λεπτοτάτων ὑπαλείπτρων,
2. οὕτω νῦν παχέων ἐστὶ χρεία, ὁπότε γε καὶ τοῖς δακτύλοις,
3. ὅταν ἐγχωρῇ, χρώμεθα, κἂν ἐντὸς εἰς τοὺς μυκτῆρας
4. ὅσοιπερ ἂν αὐτῶν ἁρμόττωσι καὶ ὅσοι διαπλάττωσι
5. τὸ κατεαγὸς μερὸς τῆς ῥινός. ὅπερ δὲ προσήκει χρῆσθαι
6. τῷ ὑπαλείπτρῳ σαφῶς αὐτὸς ἐδίδαξεν, ἀνάγειν αὐτὸ κελεύσας
7. οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινὸς, ἀλλὰ καθ’ ὃ
8. μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς.
9. ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα
10. ὑψωθὲν. εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδ’
11. ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν
12. ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. τὰ δ’ ἐφεξῆς
13. τῆσδε τῆς ῥήσεως ἄχρι πολλοῦ πάντ’ ἐστὶ σαφῆ.

Cliquer un n° de page pour en afficher l’image