16. Ἔπειτα χρὴ Καρχηδονίου λοιπὸν πλάτος ὡς τοῦ μεγάλου
17. δακτύλου τετμημένον ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι
18. ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐγκεκλισμένον, κἄπειτα
1. κατατεῖναι τὸν ἱμᾶντα, ὅκως ἂν ξυμφέρῃ. μᾶλλον
2. δὲ ὀλίγου τείνειν χρὴ, ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῥῖνα
3. εἶναι· ἔπειτα, μακρὸς γὰρ ἔστω ὁ ἱμὰς, κάτωθεν τοῦ ὠτὸς
4. ἀγαγόντα αὐτὸν ἀναγαγεῖν περὶ τὴν κεφαλήν. καὶ ἔξεστι
5. μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ
6. ἱμᾶντος, ἔξεστι δὲ μακρότερον ἄγειν, ἔπειτα περιελίσσοντα
7. περὶ τὴν κεφαλὴν καταδεῖν. τοῦτο ἅμα μὲν δικαίην
8. τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον καὶ μᾶλλον,
9. ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιῤῥοπὴν ποιῆσαι τῆς ῥινός·
10. καὶ γὰρ ὁκόσοισι ἐς τὸ πλάγιον ἡ ῥὶς κατάγνυται,
11. τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται, προσδέεται
12. δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμᾶντος πρὸς ἄκρην τὴν ῥῖνα
13. προσκολλῆσαι τῆς ἀντιῤῥοπίης εἵνεκα. ὅσοισι δὲ σὺν τῇ
14. κατήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι
15. διὰ τοῦτο, ἀλλ’ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι πισσηρὴν
16. ἢ τῶν ἐναίμων τι, εὐαλθέα γὰρ τὰ τοιαῦτα· ὁμοίως κἂν
17. ὀστέα μέλλῃ ἀπιέναι, τήν τε διόρθωσιν τὴν πρώτην ἀόκνως
18. χρὴ ποιέεσθαι μηδὲν ἐπιλείποντα καὶ τὰς διορθώσιας
1. τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι
2. μὲν γὰρ χρώμενον, χεόμενον δέ. εὐπλαστότατον
3. γὰρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστι. τῶν δὲ ἱμάντων·
4. τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν
5. κωλύει χρῆσθαι, οὔτ’ ἢν ἑλκώσῃ οὔτ’ ἢν ἐπιφλεγμήνῃ,
6. ἀλύπητοι γάρ εἰσι.
8. Διὰ τὴν ἀπαρτῆ φωνὴν σημαίνεται ἅπασα ἡ διὰ τῶν
9. προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυσις τῆς διεστραμμένης
10. ῥινός. ὃ δὲ νῦν κελεύει ποιεῖν, ἀσθενὲς ἐφάνη μοι
11. πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερόν τε εἴη ὃ ἀποκολλᾶται
12. καὶ ἀφίσταται μετρίως τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.