15. Ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες πᾶσαι πολέμιαι· οὐ
16. γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι· ἢν δὲ μᾶλλον πιέζῃ,
17. πλέον κακὸν ἐργάσεται, ἐπεὶ καὶ ὑγιὲς οὖς ἐπιδέσει πιεχθὲν,
18. ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται.
1. Τῆς συνεχείας ἡ λύσις ἕλκος μὲν ἐν σαρκώδει μορίῳ,
2. κάταγμα δὲ ἐν ὀστῷ καλεῖται. τὸ δὲ ἐν χόνδρῳ γενόμενον
3. οὐκ ἔχον ἰδίαν προσηγορίαν καταχρησάμενος ὁ Ἱπποκράτης
4. τοῦ κατάγματος ὀνόματι προσηγόρευσεν.