7. Ἀτὰρ καὶ τὰ ἐπιπλάσματα κάκιστα μὲν τὰ βαρύτατα ἐπίπαν,
8. ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ καὶ
9. μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηρὰς,
10. τούτων δὲ οὖς ἥκιστα κατεαγὲν προσδέεται.
12. Οἷς ἀπεδείξαμεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου
13. πραγματείᾳ τὰ κατὰ μέρος ὁμολογεῖται πάντα. καὶ γὰρ
14. καὶ νῦν ἐπὶ τῶν ἐπιπλασμάτων βλάπτεσθαί φησι τὸ οὖς ὁ
15. Ἱπποκράτης, ὥσπερ καὶ φαίνεται διὰ τῆς ἐμπειρίας· ἱκανῶς
16. γὰρ βούλεται ξηραίνεσθαι δὴ, ὅτι ξηρότατόν ἐστι τὴν
17. φύσιν ἔχον. ἆρ’ οὖν κἀκ δέρματος συγκείμενον. ἐδείχθη
1. δὲ ἕκαστον μόριον εἰς ὅσον ἂν ξηρότερον εἰς τοσοῦτο τῆς
2. ξηραντικωτέρας ἀγωγῆς δεόμενον.