5. Ἄγχιστα μὲν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον, χρὴ δὲ μηδὲ
6. τοῦ βάρος ἔχειν, ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει. ἀγαθὸν
7. γὰρ ἐνίοτε φάρμακον καὶ τὸ μὴ φέρειν φάρμακον
8. καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμασιν
9. φυλάττεσθαι, τὸ δὲ σῶμα ἰσχναίνειν καὶ μᾶλλον
10. ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι. ἄμεινον
11. δὲ καὶ μαλθάξαι τὴν κοιλίην.
13. Ἐγγυτάτω, φησὶν, ἐστὶ τοῦ μὴ βλάπτειν ἐπιπλαττόμενον
14. τὸ γλίσχρον ἄλευρον. ἔστι γὰρ δῆλον ὅτι τοῦτο τῶν ἄλλων
15. ξηραντικώτερον. εἴρηται δὲ ὀλίγῳ ἔμπροσθεν ἡμῖν, ὁποῖον
16. λέγει τὸ γλίσχρον ἄλητον, ἡνίκα τὸν περὶ τῆς καταπλαττομένης
17. ῥινὸς ἐποιεῖτο λόγον. ὁμοιότατον δὲ τούτῳ ποιοῦσι
18. κατάπλασμα τῇ πείρᾳ διδαχθέντες οἱ κατὰ παλαίστραν
1. ἔχοντες ἐκ τοῦ χόνδρου, βρέχοντες αὐτὸν ὄξει μέχρι διοιδέσει
2. καὶ οὕτως λεαίνοντες.