5. Ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμεσμοῦ.
7. Συρμεσμοὺς δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς μετρίας κενώσεις
8. εἴτε διὰ τῆς ἕδρας εἴτε καὶ δι’ ἐμέτων γίγνοιντο. τοιούτων
9. τινὰ κελεύει καὶ νῦν ποιεῖσθαι. πολλαὶ δ’ ὗλαι τοῦτο
10. περιεργάζονται· καὶ γὰρ μέλι πλέον ληφθὲν αὐτὸ καὶ μελίκρατον
11. ἀκρατέστερον καὶ πτισάνης χυλὸς ἐξ ὕδατος ἑψημένος
12. μόνον καὶ αὐτὸς καθ’ ἑαυτὸν καὶ μετὰ μέλιτος. καὶ
13. τούτων μᾶλλον ὁ ἀπὸ ῥαφανίδων ἔμετος καὶ ὁ ἀπὸ ναρκίσσου
14. βολβοῦ. μείζων δὴ τούτων, οὐ μὴν ἤδη γλίσχρος, ὅταν
15. εἰς ῥαφανῖδας ἐλλεβόρου λευκοῦ κάρφη πήξαντες ἐν τῇ
16. ὑστεραίᾳ τὰς ῥαφανῖδας δῶμεν φαγεῖν, εἴτε μόνας εἴτε καὶ
17. δι’ ὀξυμέλιτος.