2. Ἢν δὲ ἐς πύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν· πολλὰ
3. γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι, ἀναπίνεταί ποτε,
4. κἢν μηδέπω τις καταπλάσῃ.
6. Φυλάσσεται τὸ οὖς ἅτε μὴν διὰ τὸν ὑποκείμενον τῷ
7. δέρματι χόνδρον· ἂν γὰρ μὴ ταχέως τμηθὲν συναχθῇ τε
8. καὶ κολληθῇ, κίνδυνός ἐστι λυπανθῆναι τὸν χόνδρον. ἀναπίνεται
9. δὲ, τουτέστιν ἐκδαπανᾶται καὶ διαφορεῖται, τὸ συνιστάμενον
10. αὐτόθι πῦον ἐνίοτε διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων
11. ἁπλῶν καὶ κούφων φαρμάκων, ὅσα ξηραίνειν ἀδήκτως
12. πέφυκεν, οἷόν ἐστι καὶ ἡ τοῦ κοχλίου μύξα μετὰ λιβανωτοῦ
13. καὶ εἰ δέοι ξηραίνεσθαι σφοδρότερον, ἤτοι μετ’ ἀλόης
14. ἢ μετὰ σμύρνης ἢ μετ’ ἀμφοῖν. οὕτως δὲ καὶ μέλι καταχριόμενον
15. Ἀττικὸν ἐπιπασσόμενον λεῖον τῶν εἰρημένων ἕκαστον
16. ξηραντικόν ἐστι τὸ φάρμακον. ἄδηκτον δὲ λέγω τόν
17. τε λιβανωτὸν καὶ τὴν ἀλόην καὶ τὴν σμύρναν.