2. Ἤν δὲ ἀναγκασθῇ στομῶσαι, τάχισται μὲν ὑγιὴς
3. γίνεται, ἤν τις πέρην διακαύσῃ. εἰδέναι μέντοι χρὴ σαφῶς
4. ὅτι κυλλόν ἐστι τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν
5. πέρην διακαυθῇ.
7. Κυλλὸν μὲν καὶ μικρότερον ἐξ ἀνάγκης γίγνεται διαφθαρέντος
8. ἐν τῇ καύσει μέρους οὐκ ὀλίγου, τοῦ τε χόνδρου
9. καὶ τοῦ περιέχοντος αὐτὸν δέρματος ἔχεσθαι. ἐπὶ δὲ τοῦτο
10. συμβουλεύει ποτὲ δεδιὼς τὸ δύσαλθες τοῦ χόνδρου. γυμνωθεὶς
11. γὰρ συνουλοῖ καὶ μάλιστα βραχείαις τισὶν ἡμέραις χρονίσεις,
12. μετὰ τὸ τμηθῆναι μὴ συνελθόντος καὶ κολληθέντος
13. τοῦ δέρματος εὐθέως.