15. Ὡς δ’ ἐν κεφαλαίῳ εἰπεῖν καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ
16. μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα ὑποθιγγανόμενα, διολισθαίνει
17. ταχέως ὑπὸ τοὺς δακτύλους ἔνθα καὶ ἔνθα. διὰ
18. τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ ἢ
19. ὡς οἴονται.
1. Κατὰ τὰς διαγνώσεις τῶν ἐκπυϊσκομένων μερῶν ἐπανήκει
2. συμμέτρως πρὸς τὴν ἁφὴν τὸ πάσχον σῶμα, διαιρεθὲν
3. εὑρίσκεται πῦον ἔχον. ἐπειδὰν οὖν εὕρωσιν οἱ ἰατροὶ
4. τὴν αὐτὴν ποσότητα τῆς εἴξεως ἐπὶ παντὸς ἄλλου μέρους
5. ὁμοίως ἐκπεπυηκέναι νομίζοντες τοῖς ἔμπροσθεν ἑωραμένοις,
6. ἐπὶ τὸ τέμνειν ἀφικόμενοι διαμαρτάνουσιν ἐνίοτε διττὴν
7. ἁμαρτίαν, ὡς τὸ μηδ’ ὅλως εὑρεῖν πῦον ἐπὶ τούτων διὰ
8. τοῦ παχύτερα πολλῷ παρὰ τὴν προσδοκίαν εἶναι
9. τοιαῦτα· ἔοικε γὰρ πολλάκις ἰατρῷ ὑγρὸν ἔχοντα ἐν αὐτοῖς
10. μυξῶδες, ὡς οὕτω διαπυήσαντα. καὶ γίγνεται τοῦτο διότι τὰ
11. τοιαῦτα τῶν ὑγρῶν, ὡς αὐτὸς εἷπεν, ὀλισθαίνει ταχέως ἐν
12. τῷ ψαύειν αὐτῶν εἴωθε συνίστασθαι περί τε χόνδρους καὶ
13. τένοντας καὶ νεῦρα καὶ συνδέσμους, ὡς αὐτὸς ἐφεξῆς λέγει.