16. Ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια ὅσα ἂν πλαδαρὰ ἔῃ καὶ
17. μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν οἰόμενοι ῥεῦμα
18. ἀνευρήσειν ἐς τὰ τοιαῦτα. ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ
1. ἐξαπατᾶται, τῷ δὲ πράγματι τῷ τοιούτῳ οὐδεμία βλάβη
2. στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν ἢ μύξης πεπληρωμένα
3. καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει
4. στομούμενα ἢ κατὰ ἀλλοίας βλάβας, περὶ τούτων ἐν
5. ἄλλῳ λόγῳ γεγράψεται.
7. Τὰ γὰρ χονδρώδη καὶ ταῦτα τὰ γαγγλία καὶ σύντροφά
8. τινὰ εἰσι περὶ νεῦρα τὴν γένεσιν ἐξ ὑγροῦ, γλίσχρου δὲ μυξώδους
9. ἐσχηκότα. τοιαύτη γὰρ ἡ οἰκεία τῶν νεύρων τροφή.