17. Ἡ μὲν ἄνω γνάθος ἀτρεμέει, συνήρτηται γὰρ τῇ κεφαλῇ
18. καὶ οὐ διήρθρωται, ἡ δὲ κάτω γνάθος κινέεται, ἀπήρθρωται
19. γὰρ ἀπὸ τῆς ἄνω γνάθου καὶ ἀπὸ τῆς κεφαλῆς.
1. Τινὲς μὲν συνήρθρωται γράφουσιν, ἔνιοι δὲ συνήρτηται
2. ὅτι καὶ τὴν συνάρθρωσιν ὀστῶν συμβολὴν φυσικὴν εἶναι
3. βούλεται, ποτὲ μὲν ἀμυδρὰν ἐχόντων τὴν κίνησιν, ἔστι δ’
4. ὅτε ὅλως φαινομένην, ὥσπερ γε τὴν διάρθρωσιν, ὡς τὴν
5. φυσικὴν σύνταξιν ἐναργῆ τὴν κίνησιν ἐχόντων· ἐν δὲ τῇ
6. προειρημένῃ ῥήσει τὴν ἀπάρθρωσιν ἐπιδείκνυται ταὐτὸ μὲν
7. σημαίνειν τῇ διαρθρώσει, εἴπερ γε καὶ τὸ ἀπηρθρῶσθαι.