ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.
2. Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν.
4. Οὐχ ὡς καὶ καθ’ ἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων
5. ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν· ἡ γὰρ ἁπάντων τῶν
6. σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλ’ εἰ καὶ οὕτως
7. ἔτυχεν εἰπών· σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν
1. εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν
2. οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν,
3. ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθ’ οὓς ὁ Ἱπποκράτης
4. νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦν τε
5. καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται
6. δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων ἡ σύνθεσις ἐν τῇ
7. περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθ’ ἣν ἠξίωσα ἀπογυμνάσασθαι
8. τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος
9. ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπ’ αὐτῶν μὲν
10. μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν
11. πιθηκείων.