5. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι
6. νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ καὶ κατὰ
7. κύστιν, ἀτὰρ καὶ ἀποστάσιες ἐς ἐμπύημά τι καὶ κατὰ κενεῶνας
8. καὶ κατὰ βουβῶνας χρόνιαι καὶ δυσαλθέες
9. καὶ τουτέων οὐδ’ ἑτέρη λύει τὰ κυφώματα.
11. Κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται.
12. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ
13. ἐλέγετο κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα.
14. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων
15. τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν.
16. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων
17. οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.