11. Πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει
12. καὶ κατὰ νεύρων ξυντάσεας καὶ κατὰ μυῶν σχήματα καὶ
13. πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι ἢ ὅστις οἴεται
14. καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης
15. κοιλίης καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ
16. ξυντάσιας. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται
17. ἠδελφισμένος τοῖσι νῦν λεγομένοισι. περὶ οὗ δὲ ὁ λόγος
18. ἐστὶν, οὔτε ἐκταννύειν δύναται, ὥσπερ ἤδη εἴρηται, βραχύτερόν
1. τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι
2. τε οὐκ ἐκταννύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν
3. τοῦ πυγαίου.
5. Εἴρηταί μοι καὶ πρόσθεν, ὡς τὰς κοινωνίας καὶ οἷον
6. συγγενείας τῶν μορίων ἀδελφίξιας εἴωθεν ὀνομάζειν, ὡσεὶ
7. καὶ ἀδελφότητας εἶπεν. ἔστι δὲ αὐτῶν τὸ κεφάλαιον ἑτέρου
8. μορίου πεπονθότος ἐν ἄλλῳ φαίνεσθαι τὴν βλάβην ἤτοι
9. τῆς ἐνεργείας ἢ τῆς θέσεως ἢ τοῦ σχήματος ἢ τοῦ μεγέθους.
10. κοινὴ δὲ ἐπὶ πάντων αἰτία τάσις εἰς τὸν ἀντικείμενον
11. τόπον· οἷον ἐκθέσεως, ἵν’ ἀπὸ τῶν προφανεστάτων ἄρξωμαι,
12. πολλοὺς τῶν ἐπιπηδώντων τῇ τέχνῃ χωρὶς τοῦ νομίμως
13. αὐτὴν ἐκμαθεῖν, ἐθεασάμην ἐξαίφνης συσταθέντος τινὸς
14. μορίου καὶ τῷ τε μεγέθει βραχύ τι φαινομένου καὶ τὴν ἀρχαίαν
15. θέσιν οὐκ ἀκριβῶς φυλάττοντος αὐτῷ τούτῳ τῷ μορίῳ
16. προσφέροντας τὰ βοηθήματα, καίτοι μηδεμίαν ἔχοντι
17. διάθεσιν ἰάσεως δεομένην. παραλυθέντων γοῦν τῶν κατὰ
18. τὴν ἑτέραν γνάθον μυῶν συμβαίνει τὴν μὲν ἀντικειμένην
1. αὐτῇ βραχυτέραν φαίνεσθαι καὶ οἷον συνεσπασμένην τὴν πεπονθυῖαν
2. δι’ αὐτὴν ἐκτείνεσθαι συνεπομένην ἐκείνην. διὰ
3. γὰρ τὸ τοὺς μύας ἅπαντας οἰκείαν ἔχειν μίαν ἐνέργειαν,
4. ἐπὶ τὰς ἰδίας κεφαλὰς ἀνατεινομένους ὅταν οἱ κατὰ
5. τὴν ἀριστερὰν γνάθον ἀπολέσωσι τὴν ἐνέργειαν οἱ κατὰ τὴν
6. δεξιὰν ἐῤῥωμένοι τε καὶ κατὰ φύσιν ἔχοντες ἐνεργήσαντες
7. ἕλκουσιν ὅλην ἐφ’ ἑαυτοὺς τὴν δεξιὰν γνάθον καὶ τὰ χείλη·
8. καὶ οὕτω φαίνεται τὸ μὲν ἀριστερὸν χεῖλος ἐκτεταμένον τε
9. καὶ μακρότερον αὐτοῦ γεγονὸς, τὸ δεξιὸν δὲ ἔλαττόν τε καὶ
10. συντεταμένον. ἐνταῦθα μὲν οὖν ἔλαττον γίνεται τὸ ἀπαθὲς
11. ἀντισπῶν ἐφ’ ἑαυτὸ θάτερον μέρος τῆς γνάθου τὸ παραλυθέν.
12. ἑτέρωθι δ’ ὑπὸ τοῦ πεπονθότος ἕλκεταί τε καὶ
13. σπᾶται τὸ ἀπαθὲς, ὥσπερ ὅταν ἢ τένων ἢ μῦς σκιῤῥωθεὶς
14. ὅλως ἀδυνατεῖ συνεπεκτείνεσθαι τοῖς ἀντιτεταγμένοις
15. ἐνεργοῦσι. πολλὰ δὲ τοιαῦτα φαίνεται γιγνόμενα, κατὰ δὲ
16. τοὺς δακτύλους τῆς χειρὸς καὶ κατ’ ἀγκῶνα τὴν ἰγνύαν
17. ἀγκυλουμένων μὲν αὐτῶν ἐπὶ τοῖς τῶν ἔνδον μυῶν ἢ τενόντων
18. πάθεσιν. ὀρθοκύλλων δὲ γινομένων ἐπὶ τοῖς τῶν
19. ἐκτὸς, οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς, ὅταν
1. ἐκτεταμένον τι μὴ δυνάμενον κάμπτεσθαι. ὅμοιον δὲ τούτῳ
2. συμβαίνειν εἴωθεν ἐπὶ ταῖς μεγάλαις τε καὶ σκληραῖς οὐλαῖς·
3. καὶ γὰρ καὶ αὗται κατὰ μὲν τὴν ἔνδον χώραν γενόμεναι
4. κυλλοῦσι τὸ μέρος, κατὰ δὲ τὴν ἔξω τὸ καλούμενον, ὡς ἔφην,
5. ὀρθόκυλλον ἐργάζονται καὶ διὰ ξηρότητος καὶ διαπλήρους
6. ἐξ ὑγρῶν ἐπιῤῥοῆς ἢ φυσώδους πνεύματος ταὐτὸ συμβαίνειν
7. εἴωθε. συναγομένων γὰρ εἰς ἑαυτὰ τῶν οὕτω πεπονθότων
8. μορίων ἀκόλουθόν ἐστι τοὺς ἀντιτεταγμένους μύας ἀδυνάτους
9. ἐνεργεῖν, ἀντισπώντων τὰ μόρια τῶν συντεταμένων. οὕτως
10. δὲ καὶ οἱ σπασμοὶ γίγνονται τῶν τε μυῶν αὐτῶν ἑλκομένων
11. ἐπὶ τὴν ἰδίαν ἀρχὴν αὐτῶν πρώτων καὶ μάλιστα καὶ δι’
12. αὐτοὺς τῶν μορίων εἰς ἃ καθήκουσιν· οὕτω καὶ ἡ μήτρα
13. ποτὲ μὲν ἄνω χωρεῖ, ποτὲ δὲ εἰς τὰ πλάγια μέρη καθίσταται,
14. οὐκ αὐτὴ κατ’ ἰδίαν ἐνέργειαν ἀποχωροῦσα τῆς οἰκείας
15. χώρας, ἀλλ’ ὑφ’ ἑτέρων ἑλκομένη. τὰ δ’ ἕλκοντα πολλά·
16. καὶ γὰρ ἀρτήματα καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες αἱ
17. εἰς αὐτὴν καθήκουσαι τοῦτο ποιεῖν πεφύκασιν, ὅταν εἰς ὄγκον
18. ἀρθεῖσαι τοῦ μήκους ἀφαιρῶσι τοσοῦτον ὅσον εἰς εὖρος
1. ἐπέδωκε, κοινὸν γὰρ τούτων πάντων ἐστὶ τῶν ἐκτάσεις τε
2. καὶ συστολὰς ἐχόντων σωμάτων, οὐ τῶν ζώντων μόνον, ἀλλὰ
3. καὶ τῶν ἀψύχων, οἷον ἀσκῶν τε καὶ θυλάκων καὶ πλοκάμων.
4. ἥ τε οὖν μήτρα κατὰ τοιαύτην αἰτίαν ἀνασπᾶταί τε καὶ κατασπᾶται
5. καὶ τῶν ἐντέρων ἔνια καὶ μύες πολλοὶ καὶ δι’ αὐτοὺς
6. τά τε κῶλα καὶ αἱ γένυες. ἀνάλογον δέ τι τούτῳ κἀπὶ
7. τῶν τῆς ῥάχεως παθῶν ἔμπροσθεν ἐδείκνυτο κυφώσεώς τε
8. καὶ λορδώσεως καὶ σκολιώσεως.