11. Ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ
12. καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ,
13. καταφερής τε πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος
14. ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ὀδύνη κωλύοι.
16. Φύσις ὀστοῦ λεπτοῦ κατὰ τὸ ἰσχίον, ἐν ᾧ καὶ ἡ κοτύλη,
17. πρόδηλον γὰρ ὅτι τὴν ὀπίσω τοῦ μηροῦ τῆς κεφαλῆς
18. μετάστασιν ἐπὶ τῆς ὀπίσω χώρας ὀχεῖσθαι τῆς κοτύλης
1. ἀναγκαῖόν ἐστιν ὡς εἶναι μεταξὺ τῆς κοιλότητος καὶ τῆς τοῦ
2. μηροῦ κεφαλῆς τὸ περιλαμβάνον ἐκ τῶν ὀπίσω μερῶν ὀστοῦ
3. τὴν κοτύλην. ἔστι δὲ τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ἰσχίου·
4. καὶ νῦν ποιούμενος τὸν λόγον καταφερὴς, φησὶ, πέφυκε αὐτὸ
5. πρὸς τὸ ἔξω μέρος τοῦ πυγαίου. πρόδηλον οὖν ἐστι τοῖς
6. ἑωρακόσιν, ἀνατεμνόμενα ταυτὶ τὰ χωρία τὴν κεφαλὴν
7. τοῦ μηροῦ μεθ’ ὅλου τοῦ αὐχένος ἐκπεπτωκέναι βιαίως
8. τῷ κατὰ τὴν πυγὴν μυὶ τῷ μεγάλῳ τῷ τὴν ἔκτασιν ἐργαζομένῳ
9. τῆς κατὰ τοῦτο διαρθρώσεως. ἀποφύεται δέ τις
10. τοῦ μυὸς τοῦδε τένων ὑμενώδης ἑνούμενος τῷ μικρὸν ἔμπροσθεν
11. εἰρημένῳ τένοντι τὴν γένεσιν ἔχοντι ἐκ τῶν προσθίων
12. τοῦ μηροῦ δυοῖν μυοῖν, ὃν καὶ τὴν μύλην ἔφην ὑπερβαίνοντα
13. καταφύεσθαι τῇ κεφαλῇ τῆς κνήμης. οὗτος οὖν
14. ὁ μῦς ὁ τὴν τοῦ μηροῦ κεφαλὴν ἐκπεσοῦσαν δεχόμενος ὀδυνᾶται
15. μάλιστα πάντων ὑπ’ αὐτῆς θλιβόμενός τε καὶ διατεινόμενος,
16. ὥστε καὶ φλεγμαίνειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἕλκειν
17. τε πρὸς ἑαυτὸν ἄνω τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ὑμενώδη
18. τένοντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστιν
1. ὀδυνᾶσθαι τὸν κάμνοντα καμπτομένης τῆς ἰγνύας· εἰς ὅσον
2. γὰρ αὕτη κάμπτεται, περιτείνεσθαί τε καὶ περιθλᾶσθαι τῇ
3. μύλῃ τὸν τένοντα. τεινόμενος δ’ οὗτος ἀναπέμπει τὴν τάσιν
4. ἐπὶ τὸν μῦν αὐτὸν, ὅθεν ἀπέφυ, τὸν μέγαν ἐκεῖνον, ἐν
5. ᾧ τὴν κεφαλὴν ἔφην ἐστηρίχθαι τοῦ μηροῦ. τοῦ χωρίου
6. μὲν τούτου προϊόντος, ὅταν ἥ τε φλεγμονὴ παύσηται τούτου
7. τοῦ μυὸς ὑγρότητά τέ τινα ἴσχει γλίσχραν καὶ τύλον ἐν
8. ἑαυτῷ κτήσεται τὸ ψαῦον τοῦ ἄρθρου μέρος μυὸς, ἀνώδυνος
9. ἡ κατ’ ἰγνύαν γίνεται καμπή. συντελεῖ δὲ εἰς τοῦτο
10. καὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα περὶ τῶν κατὰ τὸ σκέλος
11. μυῶν.