14. Καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνονται
15. καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα.
17. Ὅτι μήτε τελείως καὶ πάνυ σφοδρῶς μήτε παντελῶς
18. ἐκ τῆς ἐπιεικέως δηλοῦται φωνῆς, ἀλλὰ τὸ μετρίως, εὔδηλόν
19. ἐστι κατ’ αὐτῆς τῆς λέξεως. αὐτὸς γὰρ ἐφεξῆς ὁ Ἱπποκράτης
1. εἶπε καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα σαφῶς
2. ἐνδεικνύμενος δι’ αὐτοῦ προσγράψαι τὸ πολὺ μὴ παρεῖναι
3. τῷ σκέλει, τὸ δ’ ἐπ’ ὀλίγον ἐκτετράφθαι τε καὶ διεστράφθαι
4. παρεῖναι. διὰ τοῦτ’ οὖν ἔφη καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς
5. ὀρθὰ ἐπιεικῶς φαίνεσθαι, ὡς εἰ καὶ μετρίως ὀρθὰ φαίνεσθαι
6. τὰ μόρια ταῦτ’ εἰρήκει.