9. Κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρα εἶναι,
10. ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου εἰς τὰ ἐπὶ θάτερα
11. μέρη ὠλισθηκότος, κατὰ δὲ τὸ αὐτὸ πυγαῖον διαψαυομένη
12. ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει τι ἐξογκέειν καὶ μᾶλλον.
13. τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ
14. ὁ μηρός. ὅτῳ μὲν οὖν τετελειωμένῳ ἤδη ἐκπεσὼν
15. μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται
16. καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν
17. τῇ σαρκὶ ἐνστροφᾶσθαι. ἀναγκάζεται μέντοι ἰσχυρῶς
18. ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων διὰ δισσὰς
1. προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται.
2. διὰ τὰ προειρημένα καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ
3. πολλῷ δέεται ψαύειν τῆς γῆς. ἢν γὰρ πειριᾶτο καὶ ἐπ’
4. ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι, μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος
5. ἐς τὸ ὀπίσω ἂν πέσοι. ἡ γὰρ ῥοπὴ πολλὴ ἂν εἴη τῶν ἰσχίων
6. ἐπὶ πολὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς
7. τῆς βάσιος καὶ τῆς ῥάχιος ἐς τὰ ἰσχία ῥεπούσης. μόλις δὲ τῷ
8. στήθει τοῦ ποδὸς καθικνέεται καὶ οὐδὲ οὕτως, ἢν μὴ κάμψῃ
9. αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας καὶ τῷ ἑτέρῳ σκέλει κατὰ
10. τὴν ἰγνύαν ἐπιξυγκάμψῃ. ἐπειδὴ τούτοισιν ἀναγκάζεται,
11. ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς
12. τὸ ἄνω τοῦ μηροῦ ἐφ’ ἑκάστῃ ξυμβάσει. ἀναγκάζει οὖν
13. τι τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας.
14. ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ
15. δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ
16. μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς
17. χειρὸς, ἅτε οὐχ ὑφεστῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σώματι,
18. ἀλλ’ ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον. ἄνευ μέντοι
19. τοῦ ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως
20. ἐθισθῶσι, διὰ τοῦτο ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ
1. τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ’ οὐκ εἰς τὸ ἔξω ἐγκεκλιμένη,
2. διὰ τοῦτο οὖν οὐδὲν δέονται τῆς ἀντικοντώσιος. ὅσοι
3. μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν
4. μασχάλην τῶν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα
5. ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα
6. ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ
7. πρὸς τὴν γῆν οὐκ ἐρείδονται. εἰ δ’ αὖ βούλονται ἐρείδεσθαι
8. τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον ποιητέον, κατὰ
9. δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. τῶν
10. δὲ σαρκῶν αἱ. μινυθήσιες κατὰ λόγον γίνονται καὶ τούτοισιν,
11. ὥσπερ καὶ πρόσθεν εἴρηται, τοῖσι μὲν γὰρ μετέωρον
12. ἔχουσι τὸ σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον καὶ
13. ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλει
14. ἐπὶ τὴν γῆν. συνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόν τε ἐπαναγκάζεται
15. εἶναι καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν, ἢν
16. δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ μετέωρον
17. ἔχων σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γένηται
18. τὸ ὑγιὲς σκέλος· ἔν τε γὰρ τῇ φύσει διαιτᾶται καὶ
1. τὰ γυμνάσια προσκρατύνει αὐτό. φαίη μὲν οὖν ἄν τις
2. ἔξω ἰατρικῆς τὰ τοιαῦτα εἶναι· τί γὰρ δῆθεν δεῖ περὶ
3. τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ
4. δὲ δεῖ οὕτως ἔχειν, τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα
5. ξυνιέναι. οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ’ ἀλλήλων.
6. δεῖ μὲν γὰρ τὰ ἀκεστὰ μηχανάεσθαι, ὅκως μὴ ἀνήκεστά
7. ἐστι, ξυνιέντα ὅπῃ ἂν μάλιστα κωλυτέα εἰς τὸ ἀνήκεστον
8. ἐλθεῖν· δεῖ δὲ καὶ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάλιστα
9. λυμαίνηται. τὰ δὲ προῤῥήματα λαμπρὰ καὶ ἀγωνιστικὰ
10. ἀπὸ τοῦ διαγινώσκειν, ὅπῃ ἕκαστον καὶ οἵως καὶ ὁπότε
11. τελευτήσει, ἤν τε εἰς τὸ ἀκεστὸν τράπηται, ἤν τε εἰς τὸ
12. ἀνήκεστον. ὁκόσοισι δ’ ἂν ἐκ γενεῆς ἢ ἄλλως ἐν αὐξήσει
13. ἐοῦσιν οὕτως ὀλισθῇ τὸ ἄρθρον ὀπίσω καὶ
14. μὴ ἐμπέσῃ, ἤν τε βίῃ ὀλισθῇ ἤν τε ὑπὸ νόσου. πολλὰ
15. γὰρ τοιαῦτα ἐξαρθρήματα γίνεται ἐν νούσοισιν, οἷαι δέ
16. τινές εἰσιν αἱ νοῦσοι ἐν ᾗσιν ἐξαρθρέεται τὰ τοιαῦτα
17. ὕστερον γεγράψεται· ἢν γοῦν ἐκστὰν μὴ ἐμπέσοι, τοῦ μὲν
1. μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ πᾶν τὸ
2. σκέλος καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ
3. διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ.
5. Εἴρηται καὶ πρόσθεν ὅτι τῇ φωνῇ χρῆται ὁ Ἱπποκράτης,
6. ὅταν αὐξῆσαί ποτε βουληθῇ τὸ λεγόμενον. ἔστι γὰρ
7. ὁ λόγος τοιόσδε· κατὰ βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρα
8. θεωμένοις καὶ πολὺ μᾶλλον, εἰ ψαύσειέ τις τοῦ χωρίου. τὰ
9. δ’ ἐφεξῆς πάντα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων
10. ἐστὶ δῆλα.