13. Κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην
14. ἄρθρον· τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν
15. εἰρημένα, διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον
16. ἐκταννύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. ὡς γὰρ
17. ἐν κεφαλαίῳ εἶπε, πάντα τὰ ἐν τῷ σώματι, ὁκόσα ἐπὶ
18. χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν
1. ἐν τῇσι ταλαιπωρίῃσιν ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω
2. μὲν ὑγιεινὰ καὶ αὔξημα καὶ εὔγηρα γίνεται, μὴ χρεομένοισι
3. δὲ, ἀλλ’ ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα
4. καὶ ταχύγηρα. ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα
5. τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται.
6. κακοῦται οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν
7. τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἢ ἐν τοῖσιν ἄλλοισιν.
8. ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται καὶ τῇ ἀπὸ τῶν
9. ὀστέων φύσει καὶ τῇ ἀπὸ τῶν σαρκῶν. οἱ οὖν τοιοῦτοι
10. ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ συγκεκλιμένον τὸ σκέλος
11. ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι
12. οἱ μὲν ἑνὶ, οἱ δὲ δυσί.
14. Δῆλον ὅτι μὲν ἰσχίον εἴρηκεν ἐκπίπτειν ἀντὶ τοῦ κατ’
15. ἰσχίον ἄρθρου. εἴρηται γὰρ ἡμῖν πολλάκις, ὡς οἱ παλαιοὶ
16. πάντες, οὔπω τὴν ὕστερον ἀσκηθεῖσαν εἴδεσαν ἀκριβολογίαν
17. τε καὶ λεπτολογίαν ἐν τοῖς ὀνόμασιν, ἀλλ’ ἱκανὸν ἦν αὐτοῖς
18. ἑρμηνεύειν, ἑνὸς μόνου στοχαζομένοις τὸ παρακολουθεῖν τοῖς
1. λεγομένοις τοὺς ἀκούοντας. ὃ δ’ οὖν λέγει τοιόνδε ἐστὶν,
2. οἷς ἂν εἰς τὴν ὀπίσω χώραν ὁ μηρὸς ἐκπέσῃ κακοῦσθαί
3. φησιν οὐ μόνον ἐκεῖνο τὸ ἐκπεσὸν ἄρθρον, ἀλλὰ πρὸς αὐτῷ
4. καὶ τὸ κατὰ τὴν ἰγνύην. διὰ τοῦτο οὖν προσέθηκε τὸν καί
5. σύνδεσμον οὐχ ἁπλῶς εἰπών· κακοῦται γὰρ τὸ κατὰ τὴν
6. ἰγνύην ἄρθρον. ἥντινα δὲ κάκωσιν κακοῦται σαφῶς αὐτὸς
7. ἐδήλωσεν εἰπὼν, τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται, νεῦρα
8. δ’ εἴτε κυρίως τὰ λεγόμενα τὰ ἐκ νωτιαίου πεφυκότα νῦν
9. ἐβουλήθη δηλοῦν, εἴτε τὰς ἀπονευρώσεις τῶν μυῶν ὅσαι
10. καθήκουσιν εἰς τὴν κνήμην, οὐδὲν εἰς τὰ παρόντα διαφέρει.
11. μαρτύρια γὰρ ἡμῖν ἑκάτερα καλῶς ἐξηγουμένοις τὰ εἰρημένα
12. κατὰ τὸν ἔμπροσθεν ὑπ’ αὐτοῦ λόγον, ἐν οἷς ἔφασκε
13. κατὰ τὴν ἰγνύαν ἄρθρον ἀδυνατεῖν ἐκτείνειν, οἷς οὕτως
14. ἐξήρθρησε μηρὸς, ἔτι τε κοινόν τινα προσετίθει λόγον, ὡς
15. πολλαὶ βλάβαι περὶ τινα μόρια γίνονται καὶ σχημάτων καὶ
16. μεγεθῶν καὶ θέσεων καὶ κινήσεων, οὐδὲν αὐτῶν ἐκείνων
17. τῶν μορίων ἴδιον πάθος πεπονθότων, ἀλλὰ δι’ ἕτερά τινα
18. τῶν κοινωνούντων αὐτοῖς· καὶ μάλιστά γε τὰς τάσεις αἰτίαν
1. εἶναί φησι τῶν τοιούτων συμπαθειῶν, ὑπὲρ ὧν ἐδήλουν
2. διελθὼν, ὡς τριχῶς αἴτια γίνεται. καθ’ ἕνα μὲν λόγον ὅταν
3. παραλυθῇ τις μῦς, οὐ γὰρ ὑγιής τις συνεσπασμένος· φαίνεται,
4. καθ’ ἕτερον δ’ ὅταν ὁ ἀντικείμενος ταθῇ, κατ’ ἄλλον
5. δὲ τρίτον ὅτε ἑλχθῇ τὸ ὑγιὲς ὑπό τινος τῶν συνεχῶν, ὡς
6. ἐπὶ τῶν τῆς ἑτέρας μεταστάσεως. νῦν οὖν τῶν ὄπισθεν
7. νεύρων καὶ μυῶν καὶ τενόντων τεταμένων ἰγνύα καμφθεῖσα
8. τοῖς ἐκτείνουσιν οὐχ ἕπεται μυσί. περὶ μὲν οὖν τῶν τενόντων
9. τε καὶ μυῶν τῆς τάσεως ἔμπροσθεν εἰπών· ἐν δὲ
10. τῷδε τῷ λόγῳ περὶ τῶν νεύρων τῶν ἀπὸ τοῦ νωτιαίου πεφυκότων
11. ἐπὶ τὰ σκέλη. τρεῖς δέ εἰσιν αὐτῶν ἀρχαί· μία
12. μὲν ἐν τοῖς πρόσω κατὰ τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης
13. ὀστοῦ. μία δ’ ἄλλη κατὰ βουβῶνα τοῦ τε συμφερομένου
14. τῇ μεγάλῃ φλεβὶ νεύρου καὶ τοῦ ταύτης ἔξωθεν ἐν τοῖς
15. πρόσω τοῦ μηροῦ. μικραὶ μὲν αὗται, μεγίστη δ’ ἀρχὴ νεύρων
16. εἰς ὅλον ἀφικνεῖται τὸ σκέλος ἐπὶ τὴν ὀπίσω χώραν
17. πρῶτον ἐξερχομένη μεταξὺ τοῦ τε πλατέος ὀστοῦ καὶ τοῦ
18. καλουμένου κόκκυγος. αὕτη τοίνυν ἡ ἀρχὴ μεταστάντος
1. ὀπίσω τοῦ ἄρθρου θλίβεται καὶ τείνεται· καὶ διὰ τοῦτ’
2. ἔφην ἐν τῇ προκειμένῃ ῥήσει δύνασθαι τὸν Ἱπποκράτην
3. καὶ τὰ κυρίως καλούμενα νεῦρα τείνεσθαι λέγειν.