6. Οἷσι δ’ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι
7. δὲ τοῦτο γίνεται, οὗτοι ἐκταννύειν μὲν τὸ σκέλος
8. δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται
9. τὰ κατὰ τὸν βουβῶνα. πονέουσι δὲ καὶ ἢν κατὰ τὴν
10. ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν, μῆκος δὲ τοῦ σκέλεος
11. παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ.
13. Ὅτι μὲν τὸ βάθος τῆς κοτύλης οὐκ ἴσον ἐν ἅπασι τοῖς
14. μέρεσιν αἴτιον μέν ἐστι τοῦ κατά τινα μὲν ὀλιστάκις ἐκπίπτειν,
15. ἐν ἄλλοις δὲ τόποις πλειστάκις ἔμπροσθεν εἴρηται.
16. νυνὶ δὲ περὶ τῆς εἰς τὸ πρόσω γιγνομένης ὀλισθήσεως τοῦ
17. μηροῦ διαλεγόμενος ἐναντία φησὶ πάσχειν τοὺς οὕτω διακειμένους
18. τοῖς ὀπίσω τὴν ἐξάρθρησιν ἐσχηκόσιν. ἐκεῖνοι μὲν
1. γὰρ ἐκταννύειν τὸ σκέλος οὐκ ἠδύναντο, κάμπτειν δ’ οὗτοι
2. κατὰ μὲν τὸν βουβῶνα. διότι κατ’ αὐτὴν τὴν καμπτὴν ἡ
3. κεφαλὴ τοῦ μηροῦ νῦν ἐστιν ἅμα τῷ αὐχένι, κατὰ δὲ τὸ
4. γόνυ διὰ τὸν ἀπὸ τοῦ τῆς λαγόνος ὀστοῦ καταφερόμενον
5. μῦν πρόσθιον, ὃν ἡ κεφαλὴ τοῦ μηροῦ θλίβεται καὶ διατείνεται
6. κυρτοῦσα περὶ αὐτήν. ἐκτείνεσθαι τοιγαροῦν ἐπὶ
7. πλεῖον οὐκ ἄρα δυναμένη ἀντιβαίνει τοῖς κάμπτειν ἐπιχειροῦσι
8. τὴν ἰγνύαν. μῆκος δὲ σκέλεος παραπλησίως
9. φαίνεται ἐπὶ μὲν τῆς εἰς τὴν ἔσω χώραν ἐκπτώσεως αὐτὸς
10. εἶπε κατὰ λέξιν οὕτως· ἐπὶ τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πέφυκεν
11. ὀστοῦν τὸ ἀναφερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτον
12. ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ αὐχὴν
13. τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται κατὰ τὸν ἔμπροσθεν
14. χρόνον οὐχ ὅλως ἐπ’ αὐτῆς ὀχούμενος, ἀλλὰ τῷ πλείστῳ
15. κατὰ τοῦ βάθους αὐτῆς ὀχούμενος. ἐν δὲ τῷ νῦν λόγῳ
16. φησί· κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον
17. τὸ χωρίον φαίνεται, ὥστε ἀποκεχώρηκε νῦν ἐκείνης τῆς
18. ἐξαρθρήσεως ὁ μηρὸς εἴς τε τὸ πρόσω καὶ τὸ κατωτέρω
19. βραχὺ καὶ διὰ τοῦτ’ ἴσον φαίνεται τὸ πεπονθὸς σκέλος τῷ
20. ὑγιεῖ καὶ τοῦτο μάλιστα αὐτοῖς ὑπάρχει κατὰ τὴν πτέρναν.
1. ἄρκος γὰρ ὁ ποὺς ἧσσον ἐπινεύειν δύναται πρὸς τὴν γῆν.
2. εἴρηται δ’ ἡμῖν τούτου πρόσθεν ἡ αἰτία καὶ νῦν δ’ ἐφεξῆς
3. εἰρήσεται διὰ κεφαλαίων.