6. Ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς
7. τοὔμπροσθεν. ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην κατὰ
8. τὴν φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπει.
10. Τὸ μὲν ἐθέλειν αὐτὸ σημαίνει τὸ δύνασθαι, καθάπερ
11. που καὶ παρὰ τῷ ποιητῇ·
12. οὐδ’ ἔθελε προρέειν.
13. ἐπὶ τῷ μὴ δύνασθαι λέλεκται· ποδὸς δὲ ἄκρον εἴρηκε τὸ
14. ἀπὸ τοῦ πεδίου μέχρι τοῦ κατὰ τοὺς δακτύλους ὀνύχων τε
15. μέρος τοῦ ποδός· συμβαίνει δ’, ὡς καὶ πρόσθεν ἐῤῥέθη, μὴ
16. δύνασθαι καλῶς εἰς τοὐπίσω τὸ κατὰ τὸν ἀστράγαλον ἄρθρον
17. ἐκτεταμένης τῆς ἰγνύος. ταῦτ’ οὖν καὶ νῦν ἑρμηνεῦσαι
1. θέλων εἶπεν· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει
2. εἰς τοὔμπροσθεν, ἐνδεικνύμενος ὅτι τοὺς δακτύλους, οἵπερ
3. ἦσαν ἄκρος ποὺς οὐχ οἷόν τε εὐκόλως κατατείνειν τε
4. καὶ κατανεύειν καὶ καταφέρειν εἰς τοὔδαφος.