12. Ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν
13. πόνων τῶν ἐπικαίρων καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται
14. καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ
15. πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκότατον. ταῦτα μὲν
16. οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ
17. μηρός.
1. Ὠνόμασε δ’ οὕτω τὰ συγκαταφερόμενα διὰ τοῦ βουβῶνος
2. νεῦρα τῇ τ’ ἀρτηρίᾳ καὶ τῇ φλεβί. κέκληκε δὲ ἐπίκαιρα
3. ταῦτα τὰ νεῦρα, καθότι καὶ πρόσθεν ἐμάθομεν, ὅσοι
4. μεγάλην οὕτως ἔχει δύναμιν αὐτὸν ὀνομάζειν. ἔχει δὲ ταῦτα
5. μεγάλην δύναμιν ἐγγυτάτω τοῦ τε νωτιαίου κείμενα καὶ κατ’
6. ἐκεῖνα τὰ μέρη τὴν ἔκφυσιν αὐτῶν λαμβάνοντα, καθ’ ἃ
7. καὶ εἰς τὴν κύστιν ἀποφύεται νεῦρα, διὸ καὶ ἡ συμπάθεια
8. τῆς κύστεως ἀκολουθεῖ τοῖς τοιούτοις ἐξαρθρήμασι φλεγμαινούσης
9. τε καὶ ἀδυνατούσης ἐκκρίνειν τὸ οὖρον. ἴσως δ’ ἄν
10. ποτε καὶ διὰ μέγεθος φλεγμονῆς ἐν τῷ τραχήλῳ τῆς κύστεως
11. γενόμενον, ἔνθα καὶ ὁ μῦς ἐστιν ὁ σφίγγων αὐτὸν
12. ἐπισχεθῇ τὰ οὖρα τὴν κατὰ τὸν πόρον χώραν τῶν φλεγμαινόντων
13. μορίων καταλαμβανόντων τε καὶ ἀποφραττόντων.