Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.109, ed. Kühn, 1829, vol. 18a, p. 653-655. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.109


16. Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ
17. ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι ὁκόταν αὐτοῖσιν ἡ
18. ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθείη ἐν τῷ χωρίῳ
1. τούτῳ στρωφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν
2. εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου καὶ πάνυ μέντοι εὐθέες,
3. ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι
4. ἐόντες οὔτε κατὰ τὴν ἰγνύην. διὰ γοῦν τοῦ
5. βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλει ἐν τῇ
6. ὁδοιπορίῃ χρέονται ἢ ὅτε ὑγίαινον.

8. Τὸ μὲν αὐτίκα, τουτέστι παραχρῆμα, κατὰ τὸν τῆς
9. ἐκπτώσεως καιρὸν ὀδυνᾶσθαί τε αὐτοὺς εἶπε καὶ οὔρων ἐπίσχεσιν
10. γίγνεσθαι. τοῦ μέντοι χρόνου προϊόντος, ὅταν ταῦτα
11. παύσηται, βαδίζειν δύνασθαι· διὰ τί δὲ ταῦτα πέπαυται,
12. καίτοι κατὰ τὴν αὐτὴν χώραν μενούσης τῆς κεφαλῆς τοῦ
13. μηροῦ καὶ θλιβούσης τε καὶ τεινούσης ὁμοίως τὰ νεῦρα διδάξει
14. τε διὰ τοῦ προσθεῖναι τῇ λέξει τὸ ἐθισθείη ἐν τῷ
15. χωρίῳ στροφᾶσθαι, ἕνα ἐξέπεσεν. εἰς γὰρ τὸν ἐθισμὸν
16. ἀναφέρειν φαίνεται τοῦ γινομένου τὴν αἰτίαν, ἐπειδὴ τά τε
17. θλιβόμενα πρός τινων ἐν τῷ χρόνῳ τυλουμένων ῥᾷον αὐτῶν
18. ἀνέχεται καὶ τὰ τεινόμενα κατὰ τὸν αὐτὸν χρόνον, ὅταν
19. ἐθισθῇ τοῦτο πάσχειν, ἀνιώμενα παύεται. διὰ τί δ’ ὀρθοὶ
1. δύνανται βαδίζειν ἄνευ ξύλου κατὰ τὴν ἐχομένην ῥῆσιν αὐτὸς
2. ἐδίδαξε· κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τό τε κατὰ τὴν
3. εὐθυωρίαν φυλάττεσθαι τὸ σκέλος καὶ τὸ μηδέτερον κάμπτεσθαι
4. τῶν ἄρθρων, μήτε τὸ κατὰ βουβῶνα, μήτε τὸ κατὰ
5. γόνυ.

Cliquer un n° de page pour en afficher l’image