Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.110, ed. Kühn, 1829, vol. 18a, p. 655-657. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.110


8. Καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως
9. ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα καὶ ἅτε παντὶ βαίνοντες
10. τῷ ποδί. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν
11. ἢ τῷ ἔμπροσθεν.

13. Τὰ ἄνω ἄρθρα λέγει τό τε κατ’ ἰγνύαν καὶ τὸ κατὰ
14. βουβῶνα. τέτταρα δ’ ἐστὶν ἄρθρα τὰ πρὸς τὸ βαδίζειν
15. ὑπηρετοῦντα, τὸ κατὰ βουβῶνα, τὸ κατ’ ἰγνύαν, τὸ κατ’
16. ἀστράγαλον, τὸ κατὰ τοὺς δακτύλους. ὡς ἓν γὰρ ἀριθμῷ
17. τοῦτο, κἂν ᾖ πολλὰ, διὰ τὸ τῆς χρείας τε καὶ τῆς ἐνεργείας
18. κοινόν. τοῦτο μὲν οὖν τὸ ἄρθρον ὀλίγον τι συντελεῖ, τὸ
1. μέντοι κατὰ τῆς γῆς στηριζόμενον διὰ τοῦ ποδὸς ἐκ τοῦ
2. μάλιστα ἡμῖν ὑπάρχει βραχύ τι συντελούντων αὐτῶν κατὰ
3. τοὺς δακτύλους ἄρθρων. ἥ γε μὴν ὅλη τῶν σκελῶν
4. ἐνέργεια κατά τε τὸ βαδίζειν καὶ πολὺ μᾶλλον κατὰ τὸ
5. θεῖν ἐκ τῆς κατὰ τὸν βουβῶνα καὶ τὸ γόνυ διαρθρώσεως
6. τείνεται. καμπτομένων γὰρ αὐτῶν ὑψηλὸν ἀπὸ τῆς γῆς τὸ
7. κῶλον εὐμαρῶς καταφέρεται. νῦν οὖν εἰκότως οὐδετέρου
8. καμπτομένου σύρειν αὐτοὺς ἐπὶ τῆς γῆς ἔφη τὸν πόδα. τὸ
9. δ’ ἐνίοτε προσέθηκε διὰ τε τὴν ἐν τοῖς ἐδάφεσι διαφορὰν
10. καὶ τὸ ποσὸν τῆς βλάβης. οἱ μὲν γὰρ ἐν ὁμαλῷ τε καὶ
11. κατάντει χωρίῳ βαδίζοντες· εἰ βραχὺ γοῦν κάμπτοιεν ἐν
12. τοῖς ὑψηλοῖς ἄρθροις τὸ σκέλος, οὐδ’ ὅλως σύρουσι τὸν
13. πόδα, οἱ δ’ ἀνωμάλῳ τε καὶ ἀνάντει κάμπτειν ἱκανοὶ
14. τοσοῦτον ἀποδέουσι τοῦ μὴ σύρειν, ὥστε καὶ προσκόπτουσι
15. τοῖς ἐξέχουσι κατὰ τοὔδαφος καὶ ἅτε παντὶ βαίνοντες
16. τῷ ποδὶ, ὅλῳ τῷ ποδὶ βαίνουσιν, οἱ καὶ τῇ πτέρνῃ καὶ
17. τῷ πεδίῳ καὶ τοῖς ἄκροις δακτύλοις στηριζόμενοι κατὰ τῆς
18. γῆς. οὐ γὰρ πρὸ τούτων οἷς ὀπίσω μετέστη τὸ ἄρθρον,
1. ὡς ἂν μικρότερον ἔχοντες τὸ σκέλος οὐκ ἐχρῶντο τῇ πτέρνῃ
2. βαδίζοντες, ἀλλ’ ἤρκει μόνον αὐτοῖς εἰς τοῦτο τοῦ ποδὸς
3. τὸ στῆθος, ὅπερ ἔφην ὑπὸ τῶν ἀνατομικῶν ὀνομάζεσθαι πεδίον.
4. ἀλλ’ οἷς γε εἰς τὸ πρόσω τὸ κατ’ ἰσχίον ἄρθρον ἐξέπεσεν,
5. ὡς ἂν τὴν πτέρναν ἐπὶ τῆς γῆς ἑδράζοντες διὰ τὸ
6. μὴ δύνασθαι τῷ κατὰ τοὺς δακτύλους μέρει τοῦ ποδὸς ἐπιβαίνειν,
7. ὧν ὑστέρῳ χρῶνται τῷ πρόσω κατ’ ἐκεῖνον τὸν
8. καιρὸν, ἡνίκα ἤδη μέλλωσι στηριχθέντες ἐπὶ τοῦ πεπονθότος
9. σκέλους ἐπιχειρεῖν τὸ ἕτερον μεταφέρειν.

Cliquer un n° de page pour en afficher l’image