17. Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ
18. προσεγχρίπτουσιν ἢ τὸ ἔμπροσθεν.
1. Τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα,
2. καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν
3. τὰ κατάγματα διιστάντα πρότερον ἀπ’ ἀλλήλων τῇ τάσει τὰ
4. κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν
5. ἢ εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα.
6. σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν
7. ὃ μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ
8. οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν. ὅτι σαφέστερον
9. ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν
10. ἡρμήνευσεν· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ
11. τὸ ἔμπροσθεν, ἀλλ’ ἔτι μᾶλλον· οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ
12. ἔτι καὶ μᾶλλον.