15. Τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο
16. σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπυλέεσθαι,
17. ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος, οὔτ’ αὖ σιμοῦσθαι
18. δύναται ὁ ποὺς ξυγκεκλιμένου τοῦ σκέλεος, ὡς ὅταν
1. ἐκτεταμένον ἔῃ τὸ σκέλος. ὑγιαίνουσά τε οὖν ἡ φύσις
2. οὕτω πέφυκεν, ὥσπερ εἴρηται. ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ
3. τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ
4. τὰς προφάσιας ταύτας τὰς εἰρημένας, ἀσαρκότερον μέντοι
5. τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον κατά
6. τε τὴν γαστροκνημίην καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. οἷσι
7. δ’ ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ
8. ἐμπέσῃ ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται καὶ τούτοισι τὸ
9. τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει ἢ τὰ τῆς κνήμης
10. καὶ τὰ τοῦ ποδός.
12. Τὸ κατὰ τὸ πεδίον τε καὶ τοὺς δακτύλους μέρος τοῦ
13. ποδὸς, ὅπερ ἔμπροσθεν εἶπον, αὐτὸ πρὸς τὴν γῆν ἐπινεύειν
14. ἀδύνατόν ἐστι τῆς ἰγνύας ἐκτεταμένης. ὠνόμασε δὲ τὸ
15. σχῆμα τοῦτο τοῦ ποδὸς καμπύλεσθαι διὰ τὸ μήτ’ ἔκτασιν
16. εἰθίσθαι λέγεσθαι μήτε κάμψιν ἐπὶ τοῦ κατ’ ἀστράγαλον
17. ἄρθρου, καθάπερ ἐπὶ τῆς ἰγνύας τε καὶ τοῦ βουβῶνος. ὅταν
18. μὲν οὖν οἱ πρόσθιοι μύες ἀνατείνωσι τὸν ταρσὸν εἰθισμένον
1. πώς ἐστι λέγειν σιμοῦσθαι τὸν πόδα. τῶν δ’ ὄπισθεν εἰς
2. ἑαυτοὺς ἑλκόντων τὴν πτέρναν καὶ τὸν ταρσὸν, οὐδὲν ὄνομα
3. σύνηθές ἐστι τῷ τοιούτῳ σχήματι. διόπερ ὁ Ἱπποκράτης,
4. ὡς ἔφην, αὐτὸ καμπύλεσθαι προσηγόρευσεν, οἰκείαν τῷ δηλουμένῳ
5. πράγματι φωνὴν ἐξευρών. οὔτε γὰρ σιμοῦσθαι
6. δύναται ὁ ποὺς συγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον
7. ᾖ τὸ σκέλος, ἀνατείνεσθαί τε διὰ τῶν ἔμπροσθεν
8. μυῶν ὁ ποὺς οὐ δύναται. τοῦτο γάρ ἐστι τὸ σιμοῦσθαι
9. κεκαμμένου τοῦ σκέλους, ὥσπερ ἐκτεταμένου, καθάπερ οὐδὲ
10. καμπύλεσθαι χωρὶς τοῦ καμφθῆναι. ἐπ’ ὀλίγον μὲν γὰρ
11. καὶ μετὰ βίας ἑκάτερον τῶν εἰρημένων πάσχῃ καὶ καθ’
12. ἑκάτερον τῶν σχημάτων, ἐπὶ πολὺ δὲ καὶ χωρὶς βίας οὐ
13. δύνανται, ἔτι ὡς οἶδ’ ἔφην οἱ τῆς γαστροκνημίας μύες ἐκπεφυκότες,
14. οὐκ ἐκ τῆς κνήμης, ὑφ’ ὧν ἡ πτέρνα καὶ ὁ
15. ποὺς ὅλος ἕλκεται πρὸς τὴν ὀπίσω χώραν, ὅπερ ἔνιοι μὲν
16. ὀνομάζουσι καμπὴν ποδὸς, ἔνιοι δ’ ἔκτασιν. ὥσπερ γε καὶ
17. τὴν ἀντικειμένην κίνησιν, ἣν διὰ τῶν προσθίων ἴσχει, ἔνιοι
18. μὲν ἔκτασιν, ἔνιοι δὲ καμπὴν ὀνομάζουσιν, ἀλλ’ ἐπὶ
1. μὲν ταύτης εἰθίσθαι τὸν πόδα λέγειν. ἐπὶ δὲ τῆς ἐναντίας
2. οὐδέν ἐστιν ἅπασι σύμφωνον ὄνομα. βλάπτεται δ’ οὐδὲν
3. ἡ τῶν πραγμάτων γνῶσις ἐκ τῆς τῶν ὀνομάτων διαφωνίας.
4. ἐγὼ γὰρ νομίζω, σαφῶς ἑκάτερον ἐδήλωσα διὰ τοῦ λόγου
5. χωρὶς τῶν διαπεφωνημένων ὀνομάτων.