Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.114, ed. Kühn, 1829, vol. 18a, p. 662-664. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.114


8. Ἤκιστα μὲν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος
9. ὁ μηρὸς μειοῦται. μινύθουσι μέντοι αἱ σάρκες πάντῃ,
10. μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν
11. εἴρηται. ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι
12. μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι
13. βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι
14. ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος· οὐ γὰρ κάρτα
15. δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθει τοῦ ποδὸς χρέεσθαι
16. ἐπικαθιέντες, ὥσπερ ἐν ἑτέροις χωλεύμασιν ἔνιοι δύνανται.
17. αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον,
1. διὰ οὖν τοῦτο προσδέονται ξύλου. ὅσοι δ’
2. ἂν καταμεληθῶσι καὶ μηδὲν χρέονται ἐπὶ τὴν γῆν τῷ
3. σκέλεϊ, ἀλλὰ μετέωρον ἔχουσι, τούτοισι μινύθουσι μὲν τὰ
4. ὀστέα ἐς αὔξησιν μᾶλλον ἢ τοῖσι χρεομένοισι, μινύθουσι
5. δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον ἢ τοῖσι χρεομένοισι. κατὰ
6. δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος,
7. μᾶλλόν τι ἢ οἷσιν ἄλλως ἐκπεπτώκῃ.

9. Ἔνιοι τῶν ἐξηγουμένων τὰς τοιαύτας λέξεις οὕτως ἐοίκασιν
10. ἐμπείρως ἔχειν αὐτῶν, ὥστε τὸ μὲν ἥκιστα σημαίνειν
11. νομίζουσιν οὐδ’ ὅλως, τὸ δ’ οὐχ ἥκιστα μάλιστα. οὗτοι δ’
12. ἂν νομίσαιεν ὑφ’ Ἱπποκράτους εἰρῆσθαι, τοῖς οὕτω παθοῦσι
13. μηδ’ ὅλως μειοῦσθαι τὸν μηρόν· ἀλλὰ φαίνεταί γε μειούμενος,
14. οὐ μὴν ὥσπερ ἐπὶ ταῖς ἄλλαις ἐκπτώσεσιν, ὅτι μετριωτέρας
15. ἐκείνων ἔχει τὰς μειούσας αἰτίας. ἐλέχθησαν δὲ
16. εἶναι δύο, διαστροφή τε τῶν ὀργάνων καὶ βλάβη τῶν ἐνεργειῶν,
17. δι’ ἣν ὀλίγα χρῶνται τῷ σκέλει· ἀλλ’ ἐν τούτῳ τῷ παθήματι
1. πρὸς τῷ μὴ διεστράφθαι μεγάλως οὐδ’ ἡ τῆς
2. ἐνεργείας βλάβη σφόδρα τὸ σκέλος γίγνεται.

Cliquer un n° de page pour en afficher l’image