Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.115, ed. Kühn, 1829, vol. 18a, p. 664-666. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.115


5. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρέεσθαι τὰ ἄρθρα τὰ ἐκπίπτοντα
6. καὶ τὰ ὀλισθαίνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ
7. ὀλισθαίνει, ἄλλοτε μὲν πολὺ πλείονα, ἄλλοτε δὲ πολὺ
8. ἐλάσσονα. καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλισθῇ ἢ ἐκπέσῃ,
9. χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστί· καὶ ἢν μὴ ἐμβιβασθῇ,
10. μείζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας
11. ἴσχει τὰ τοιαῦτα τῶν ὀστέων καὶ σαρκῶν καὶ
12. σχημάτων. ὅταν δὲ μεῖον ἐμπέσῃ καὶ ὀλισθῇ, ῥηΐδιον
13. μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ὀστέων γίνεται· ἢν δὲ
14. καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι
15. αἱ πηρώσιες γίνονται τούτοισιν ἢ οἷσιν ὀλίγῳ πρόσθεν
16. εἴρηται. τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει
17. ἐς τὸ, ὅτε μὲν μεῖον, ὅτε δὲ μεῖζον τὸ ὀλίσθημα
18. ποιέεσθαι. μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παρὰ πλησιότητα
1. ὀλισθαίνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη. ἅτε γὰρ
2. στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι ἁπλὴν τὴν στρογγύλωσιν
3. καὶ φαλακρὴν ἔχουσι. κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι
4. αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσαι δὲ τῇσι κεφαλῇσι.
5. διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι
6. τοῦ ἄρθρου. ὀλισθαίνοι γὰρ ἂν διὰ τὴν περιφερίην ἢ
7. ἐς τὸ ἔξω ἢ ἐς τὸ εἴσω. περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, ἐκπίπτουσι
8. τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν.
9. ὅμως δὲ καὶ ταῦτα ὅτε μὲν πλείω ἀποπηδᾷ ἀπὸ τῆς φύσεως,
10. ὅτε δὲ ἔλασσον, μᾶλλον δέ τι μηρὸς τοῦ βραχίονος
11. πέπονθεν.

13. Οὐ ταύτης μόνης τῆς ῥήσεως, ἀλλὰ καὶ τῶν
14. ἐφεξῆς ἁπασῶν ἕν ἐστι κεφάλαιον κοινὸν ἀλλήλων διαφέρειν
15. τὰς ἐξαρθρήσεις, οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε
16. καὶ ἧττον. ἔνιαι μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν, ἔνιαι
17. δ’ ἐπ’ ὀλίγον ἀφίστανται μᾶλλον καὶ ἧττον ἑκάτεραι τοῦτο
18. πάσχουσαι. περὶ μὲν οὖν τῶν ἄλλων ἄρθρων εὔδηλόν ἐστιν,
19. οἷον τοῦ τε κατ’ ἀγκῶνα καὶ καρπὸν καὶ κνήμην καὶ πόδα
1. καὶ δακτύλους. ἐπὶ δὲ τοῦ κατ’ ὦμον καὶ ἰσχίον ἐπιδεικνύει,
2. μὴ δυνάμενον γενέσθαι τὸ καλούμενον παράρθρημα διὰ τὸ
3. τὰς κεφαλὰς τῶν ἄρθρων σφαιροειδεῖς οὔσας ἐμβαίνειν κοιλότησιν
4. ὀφρῦς ἐχούσας κυκλοτερεῖς, ἐφ’ ὧν ἀδύνατόν ἐστι
5. διαμένειν τὰς κεφαλάς. ἐξ ἀνάγκης γὰρ εὐθέως, εἴ τισι
6. τὰς κοιλότητας ἐμπίπτουσιν ἐκτὸς αὐτῶν ὀλισθαίνουσιν· ἀλλ’
7. ὅμως φησὶ κἀπὶ τούτων ἐνίοτε μὲν ἀξιόλογον, ἐνίοτε δ’
8. ὀλίγιστον ἀφίστασθαι τὰς κεφαλὰς τοῦ κατὰ φύσιν. εὔδηλον
9. δ’ ὅτι τοῦ τε βραχυτάτου καὶ τοῦ πλείστου τὸ μεταξὺ
10. διαφορὰς ἔχει κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγας.

Cliquer un n° de page pour en afficher l’image