11. Ἡ μέντοι σύμπασα ῥάχις μακροτέρη τούτοισιν ἢ τοῖσιν
12. ἄνωθεν κυφοῖσι.
14. Τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ
15. τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται,
16. καθότι καὶ πρόσθεν ἐῤῥέθη. νυνὶ δὲ προστίθησιν
17. ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλ’ ἀπὸ τῶν πεπονθότων
18. μορίων· ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ἡ ῥάχις
1. πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς
2. γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.