17. Οἷσι δ’ ἂν ηὐξημένοισι τὸ σῶμα γένηται κύφωσις,
18. τούτοισιν ἀπαντικρὺ μὲν τῆς νόσου τῆς τότε παρεούσης
1. κρίσιν ποιέει ἡ κύφωσις. ἀνὰ χρόνον μέντοι ἐπισημαίνει
2. τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι ἑτέροισιν ἢ πλέον ἢ
3. ἔλασσον. ἧσσον δὲ κακοήθως, ὡς τὸ ἐπίπαν μὲν τοιαῦτά
4. ἐστι.
6. Τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ,
7. ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν· ἐκ μὲν
8. τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν ἡ κύφωσις,
9. ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι
10. παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ
11. παροξυνόμενον, ἐπί τε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι
12. καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.