8. Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων
9. ἐκρατήθη, ὥστε ἐξιθῦναι.
11. Ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης
12. ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται
13. πάντα περὶ τῶν ἐκ καταπτώσεως ἤ τινος πληγῆς
14. βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα
15. σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι,
16. καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων
17. ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν
18. ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν,
1. τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθ’
2. ὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν
3. ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν,
4. πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ δι’ αὐτῆς
5. τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.