Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.2, ed. Kühn, 1829, vol. 18a, p. 493-496. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.2


14. Ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφόν.

16. Ὀπισθοκύφωσις ὀνομάζεται ἡ εἰς τοὐπίσω διαστροφὴ
17. τῆς ῥάχεως, ὥσπερ ἡ μὲν εἰς τὸ πρόσω λόρδωσις, ἡ δὲ εἰς
18. τὰ πλάγια σκολίωσις. οἴονται δέ τινες γίγνεσθαι τὴν εἰς
1. τοὐπίσω διαστροφὴν, ἣν δὴ καὶ κύρτωσιν ὀνομάζουσι, φυμάτων
2. ἀπέπτων συνισταμένων ἐπὶ τῆς ῥάχεως μεγάλων τε
3. καὶ σκληρῶν καὶ χρονίων, ὑφ’ ὧν βαρυνομένους ὠθεῖσθαι
4. πρὸς τὴν ὀπίσω χώραν τοὺς σφονδύλους, οὐκ ἐννοοῦντες ὅτι
5. οὔτε κατακειμένων ὑπτίων ἐγχωρεῖ τὰ φύματα τοὺς ὑποκειμένους
6. ἑαυτοῖς βαρύνειν σφονδύλους οὔτε ὀρθῶς ἑστηκότων
7. οὔτε καθημένων, ἀλλ’ οὐδ’ εἴ ποτε κατὰ τῶν
8. πλευρῶν κλινόμεθα. πρὸς δὲ καὶ ἄλλοις ἐστὶν ἄτοπον εἰς
9. τοσοῦτον βάρος ἢ σκληρότητα ἥκειν τὰ φύματα νοεῖν, ὡς
10. καὶ τῶν ὀστῶν βαρύτερα καὶ σκληρότερα γίγνεσθαι. ὅτι
11. μὲν οὖν ὑπὸ φυμάτων ἀπέπτων εἰς τὸ ἔμπροσθεν ἀποτελοῦνται
12. διαστροφαὶ τῆς ῥάχεως αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον
13. ὕστερον ἐρεῖ. προσέχειν δὲ χρὴ τοὺς ἐξηγησαμένους τὸ βιβλίον
14. οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν προκειμένην
15. ῥῆσιν εἶπεν· ἐς τὸ κυφὸν ἕλκονται, δυνάμενος εἰπεῖν ὠθοῦνται,
16. καθάπερ οὕτω ἕλκονται. δόξει γε μὴν ἄτοπον εἶναι
17. τοὺς σφονδύλους ὀπίσω μεθισταμένους ὑπὸ νοσημάτων ἕλκεσθαι
18. λέγειν εἰς τὸ πρόσω. τοῦτο γὰρ οἰκειότερον ἦν ἐπὶ
1. τῆς λορδώσεως εἰρῆσθαι. τὶ ποτ’ οὖν ἐστιν ἀληθὲς ἅμα καὶ
2. πρὸς Ἱπποκράτην ἔτι πειράσομαι δηλῶσαι. αὐτὰ μὲν τὰ
3. τῶν σφονδύλων ὀστᾶ κατὰ τὸν ἴδιον λόγον οὔτ’ ἀνατρέπεται
4. πρὸς τῶν φυμάτων οὔθ’ ἕλκεται, τῶν δὲ συνδούντων
5. αὐτοὺς σωμάτων ἐστὶ τὸ πάθημα πρῶτον. ὅταν οὖν συνηθισμένον
6. γένηται τοῖς σφονδύλοις φῦμα μετεωριζόμενον καὶ
7. αὐξανόμενον πρὸς τὴν ἔνδον ἢ πρόσω χώραν, ἑκατέρως γὰρ
8. ὀνομάζουσιν, ἀναγκαῖόν ἐστιν ἕπεσθαι τοῖς φύμασι τοὺς συνδέσμους,
9. οἷς πάλιν αὐτοὺς τοὺς σφονδύλους ἀκολουθεῖν. ἐὰν
10. μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης
11. ἐντὸς ἡ λόρδωσις συμβαίνει τῆς ῥάχεως σφονδύλοις·
12. ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης
13. χώρας ἡ κύφωσις. ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκονται
14. πρὸς ἑαυτὸ τὸν συνεχῆ σφονδύλον, οἱ μέσοι κυρτοῦνται πρὸς
15. τοὐπίσω. θεάσασθαι δὲ ἐναργῶς ἐγχωρεῖ σοι τοῦτο συμβαῖνον
16. ἐπὶ πάντων ὅσα κάμπτεσθαι δύναται μετρίως,
17. οἷά πέρ εἰσι καὶ διάχλωραι ῥάβδων καὶ τῶν καλάμων
18. οἷς γράφομεν οἱ πλείους. τούτων τὸ μὲν ἕτερον τοῖς τῆς
1. δεξιᾶς χειρὸς περιλαβὼν δακτύλοις, τὸ δ’ ἕτερον τοῖς τῆς
2. ἀριστερᾶς ἐπισπάσαι πρὸς ἑαυτὸν εἰς τὴν ἐναντίαν χώραν
3. ἐπισπώμενόν τε καὶ κυρτούμενον ὄψει τὸ μέσον· οὐ μὴν
4. οὐδὲ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ
5. ταύτας τείνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος
6. ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου. τρία γὰρ ταῦτα
7. πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σφονδύλων γίγνεται μεταστάσεσι,
8. κύφωσις, λόρδωσις καὶ σκολίωσις· ὀπίσω μὲν
9. ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δὲ ἰόντων ἡ λόρδωσις,
10. ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν
11. δὲ τούτων ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν
12. ἐν τῇ ῥάχει σφονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι,
13. κατὰ χώραν δὲ οἱ σφόνδυλοι μένωσι.

Cliquer un n° de page pour en afficher l’image