Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.20, ed. Kühn, 1829, vol. 18a, p. 514-516. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.20


8. Τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐδὲν ἀπεξήθυναν,
9. ὧν γε ἐγὼ οἶδα. χρέονται γὰρ οἱ ἰητροὶ μάλιστα
10. αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον.
11. τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον
12. ἴδωσιν ἢ ῥιπτούμενον ἢ ὅσα τοῖσι τοιούτοισιν
13. ἔοικε καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖσι μέλει
14. ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χαρίσματος, εἴτε κακὸν εἴτε
15. ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες
16. σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων. τὸ μὲν γὰρ ἐπινόημα
17. ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα
18. καὶ τοῦτο καὶ ἄλλο πᾶν ὅ τι μηχάνημα κατὰ φύσιν
1. ἐπενοήθη. οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς
2. σκευάσας κατασείσειε, κἂν ἐξιθύναι ἔνια. αὐτὸς μέντοι
3. κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ
4. τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

6. Ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων
7. ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κἀπὶ τῶν ὀστῶν, ἔστι
8. κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν
9. ὠφελίμως χρὴ μετὰ τόδε διδάξει· νυνὶ δὲ διαλέγεται περὶ
10. τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν
11. οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν
12. πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθ’
13. οὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ
14. κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι
15. μηδ’ ἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δ’ ἄρα βούλοιτό
16. τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα.
17. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς
18. ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον
1. τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους
2. τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν
3. ἀκολουθήσεις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἐφεξῆς· ἔστι γὰρ
4. τὰ πλεῖστα σαφῆ.

Cliquer un n° de page pour en afficher l’image