13. Ἔπειτα τὸν ἅνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα
14. χρὴ, κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ
15. πρὸς τὴν κλίμακα μὴ διαβεβῶτα ἐν δεσμῷ εὐόχῳ
16. μὲν, μαλθακῷ δέ. προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν
17. γουνάτων καὶ ἀνωτέρω προσδῆσαι καὶ κατὰ τὰ ἰσχία.
18. κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι
19. ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν.
1. τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς περιτείναντα
2. προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα καὶ μὴ πρὸς τὴν
3. κλίμακα.
5. Σαφῶς διερχόμενος ἅπαντα εὔοχον καλεῖ δεσμῶν
6. τὸν εὐοχοῦντα, τουτέστιν ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως.