Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 3.23, ed. Kühn, 1829, vol. 18a, p. 518-519. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:3.23


9. Ὅταν δὲ κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα καὶ
10. πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου.

12. Τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα
13. τὸ ὑψηλότατον μέρος· οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς
14. ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον
15. ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον,
16. οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς
17. εὐαπόῤῥυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ
18. τοῦτ’ οὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ
1. τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω
2. γὰρ ἐντεῦθεν ἐφ’ ἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν
3. ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας·
4. οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι
5. τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ
6. καὶ ὁ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν·

7. Χρύσεα δ’ ὀξύπτερα αἰετοῦ ἄειδον κληδόνες.

8. καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν·

9. Ἰδοὺ πρὸς αἰθέρα ἐξαμμιλλῆσαι κόραι.
10. γραπτοὺς οἷσι πρόσβλεπον τύπους.

11. ὅτι δὲ καὶ ἡ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος
12. καὶ ὁ Διοκλῆς ὁ Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν
13. παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν
14. τρόπον ἔγραψεν· ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον
15. ὑψηλὸν ἢ οἰκίας δετόν.

Cliquer un n° de page pour en afficher l’image