2. Τὸ δὲ χωρίον ἵνα ὅκου κατασείεις, ἀντίτυπον ἔστω. τοὺς
3. δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ
4. καλῶς καὶ ἰσοῤῥόπως καὶ ἐξαπινέως ἀφήσωσι καὶ μήτε
5. ἡ κλῖμαξ ἑτερόῤῥοπος εἰς γῆν ἀφίξεται μήτε αὐτοὶ προπετέες
6. ἔσονται.
8. Πρὸς ὑψηλόν τι τὴν ἀρχὴν τῆς κλίμακος ἀναλαβὼν
9. ἔχουσαν ἐπιδεδεμένον, ὡς εἴρηκε, τὸν ἄνθρωπον ἀφίησιν
10. ἀθρόον ἐπ’ ἐδάφους, ἵνα προσπεσούσης τῆς διαγηθείσης
11. σφοδρῶς ἡ ῥάχις εἰς τὴν κατὰ φύσιν χώραν ἐμβιβάσῃ τὸν
12. παρηρθρηκότα σφόνδυλον. εὔλογον οὖν ἐν τούτῳ τῷ ἔργῳ
13. σκληρὸν εἶναι καὶ ἀντίτυπον τὸ ἔδαφος. εἰ γὰρ οὕτως εἴη
14. μαλακὸν, ὡς εἰκὸς, ἐκλύει τὴν διάσεισιν τῆς ῥάχεως, οὐδὲν
15. ἃν γένοιτο πλέον.