18. Ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος
19. καρχήσιον ἔχοντος ἔτι μᾶλλον ἄν τις σκευάσαιτο, ὥστε
1. ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα ἢ ἀπὸ ὄνου. ἀηδὲς
2. μὴν καὶ μακρηγορεῖν περὶ τούτων. ὅμως δὲ
3. ἐκ τουτέων ἂν τῶν κατασκευῶν μάλιστα ἄν τις κατασεισθείη.
4. εἰ μέν τι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ
5. κατασείειν, πάντως ἐπὶ πόδας λυσιτελέει, ὥσπερ ἤδη εἴρηται.
6. πλείων γὰρ οὕτω γίνεται ἡ καταῤῥοπίη ἐπὶ ταῦτα.
8. Ἐπειδὴ τὴν κλίμακα πρὸς ὑψηλόν τι χωρίον ἀναταθεῖσαν
9. ἀφεῖσθαι χρὴ κατὰ τῆς γῆς ἐξαίφνης τε καὶ ὁμαλῶς
10. καὶ ἰσοῤῥόπως, ἄμεινον εἶναί φησι τοὺς δέσμους αὐτῆς
11. περὶ τροχιλίας ἑλίττεσθαι· καὶ γὰρ εὔδρομον τὴν κίνησιν
12. οὕτως ἐργασόμεθα καὶ ὁμαλὴν καὶ ἰσόῤῥοπον. ἔμπροσθεν
13. τύρσεως καὶ ἀετώματος οἴκου μνημονεύσας μόνον, νῦν καὶ
14. ἱστὸν προσέθηκε διπλοῦν, οὗ δῆλον ὅτι τὸ μέγιστόν τε καὶ
15. ὄρθιον ξύλον ὡς κατὰ τὸ ἄνω πέρας ἐπιτίθεται, ἄλλο δὲ
16. ξύλον θέσιν ἐγκαρσίαν ἔχον ὡς πρὸς τὸν ἱστὸν, ἐξ οὗ ξύλου
17. τὸ ἱστίον ἐξῆπται. διαφέρει γὰρ ἱστίον εἰπεῖν ἐν ταῖς
1. τρισὶ συλλαβαῖς ἢ ἱστὸν ἐν δυοῖν. ἱστὸς μὲν γὰρ, ὡς εἶπον,
2. ὀνομάζεται τὸ κατὰ τῆς νηὸς ἐμπεπηγὸς ὀρθὸν ξύλον,
3. ἱστίον δὲ ἡ φυσωμένη πρὸς τῶν ἀνέμων ὀθόνη. τοὺς δὲ
4. κατὰ τὴν ἄνω τελευτὴν τοῦ ἱστοῦ κάλους ὀνομάζουσι καρχησίους.
5. ἕστ’ ἂν οὖν ἱστῷ μέλλῃ χρῆσθαι πρὸς τὸ κρεμάσαι
6. τὴν κλίμακα διὰ τροχιλιῶν τε καὶ καρχησίων, ἐργάζου
7. τοῦτο. χεῖρον δ’ οὐδὲν εἷναί φησι καὶ ὀνίσκοις εἰς τὰ
8. τοιαῦτα χρῆσθαι. καλεῖ δ’ οὕτως δηλονότι τοὺς ἄξονας.